Βικιθήκη
elwikisource
https://el.wikisource.org/wiki/%CE%9A%CF%8D%CF%81%CE%B9%CE%B1_%CE%A3%CE%B5%CE%BB%CE%AF%CE%B4%CE%B1
MediaWiki 1.46.0-wmf.22
first-letter
Μέσο
Ειδικό
Συζήτηση
Χρήστης
Συζήτηση χρήστη
Βικιθήκη
Συζήτηση Βικιθήκη
Αρχείο
Συζήτηση αρχείου
MediaWiki
Συζήτηση MediaWiki
Πρότυπο
Συζήτηση προτύπου
Βοήθεια
Συζήτηση βοήθειας
Κατηγορία
Συζήτηση κατηγορίας
Σελίδα
Συζήτηση σελίδας
Μεταγραφή
Συζήτηση μεταγραφής
Συγγραφέας
Συζήτηση συγγραφέα
Πύλη
Συζήτηση πύλης
TimedText
TimedText talk
Module
Module talk
Event
Event talk
Οδύσσεια/α
0
4661
165769
157018
2026-04-05T16:56:53Z
Μανώλης Καλογεράκης
19455
165769
wikitext
text/x-wiki
<!-- link to verses ending in 0 or 5 with # -->
{{κεφαλίδα
|τίτλος=[[Οδύσσεια|Ὀδύσσεια]]
|ενότητα= Ῥαψωδία α
|επόμενο=[[../β|Ῥαψωδία β]]
|συγγραφέας=Όμηρος
|σημειώσεις=
}}
{{block center|width=28em|
<poem>
Ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε·
πολλῶν δ’ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δ’ ὅ γ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων. {{fr|5}}
ἀλλ' οὐδ' ὧς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν. {{fr|10}}
ἔνθ' ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
τὸν δ' οἶον, νόστου κεχρημένον ἠδὲ γυναικός,
νύμφη πότνι' ἔρυκε Καλυψώ, δῖα θεάων,
ἐν σπέεσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι. {{fr|15}}
ἀλλ' ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
εἰς Ἰθάκην, οὐδ' ἔνθα πεφυγμένος ἦεν ἀέθλων
καὶ μετὰ οἷσι φίλοισι· θεοὶ δ' ἐλέαιρον ἅπαντες
νόσφι Ποσειδάωνος· ὁ δ' ἀσπερχὲς μενέαινεν {{fr|20}}
ἀντιθέῳ Ὀδυσῆϊ πάρος ἣν γαῖαν ἱκέσθαι.
ἀλλ' ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ' ἐόντας,
Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ' ἀνιόντος,
ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. {{fr|25}}
ἔνθ' ὅ γε τέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι
Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,
τόν ῥ' Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν' Ὀρέστης· {{fr|30}}
τοῦ ὅ γ' ἐπιμνησθεὶς ἔπε' ἀθανάτοισι μετηύδα·
«ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται.
ἐξ ἡμέων γάρ φασι κάκ' ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ
σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε' ἔχουσιν,
ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο {{fr|35}}
γῆμ' ἄλοχον μνηστήν, τὸν δ' ἔκτανε νοστήσαντα,
εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
Ἑρμείαν πέμψαντες, ἐΰσκοπον Ἀργεϊφόντην,
μήτ' αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·
ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο, {{fr|40}}
ὁππότ' ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
ὣς ἔφαθ' Ἑρμείας, ἀλλ' οὐ φρένας Αἰγίσθοιο
πεῖθ' ἀγαθὰ φρονέων· νῦν δ' ἁθρόα πάντ' ἀπέτεισε.»
τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
«ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων, {{fr|45}}
καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ,
ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι.
ἀλλά μοι ἀμφ' Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ,
δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τ' ὀμφαλός ἐστι θαλάσσης, {{fr|50}}
νῆσος δενδρήεσσα, θεὰ δ' ἐν δώματα ναίει,
Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι.
τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει, {{fr|55}}
αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισι
θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε; οὔ νύ τ' Ὀδυσσεὺς {{fr|60}}
Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;»
τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
«τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
πῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, {{fr|65}}
ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ' ἱρὰ θεοῖσιν
ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰὲν
Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον {{fr|70}}
πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
Φόρκυνος θυγάτηρ, ἁλὸς ἀτρυγέτοιο μέδοντος,
ἐν σπέεσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
οὔ τι κατακτείνει, πλάζει δ' ἀπὸ πατρίδος αἴης. {{fr|75}}
ἀλλ' ἄγεθ' ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει
ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.»
τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· {{fr|80}}
«ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσι,
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
Ἑρμείαν μὲν ἔπειτα, διάκτορον Ἀργεϊφόντην,
νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα {{fr|85}}
νύμφῃ ἐϋπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται.
αὐτὰρ ἐγὼν Ἰθάκηνδε ἐλεύσομαι, ὄφρα οἱ υἱὸν
μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς {{fr|90}}
πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
μῆλ' ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
πέμψω δ' ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.» {{fr|95}}
ὣς εἰποῦσ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν
ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇσ' ἀνέμοιο.
εἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν {{fr|100}}
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη,
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα,
στῆ δ' Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροισ' Ὀδυσῆος,
οὐδοῦ ἐπ' αὐλείου· παλάμῃ δ' ἔχε χάλκεον ἔγχος,
εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι, Μέντῃ. {{fr|105}}
εὗρε δ' ἄρα μνηστῆρας ἀγήνορας· οἱ μὲν ἔπειτα
πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον,
ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί.
κήρυκες δ' αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
οἱ μὲν ἄρ' οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ, {{fr|110}}
οἱ δ' αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής·
ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
ὀσσόμενος πατέρ' ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν {{fr|115}}
μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
τιμὴν δ' αὐτὸς ἔχοι καὶ κτήμασιν οἷσιν ἀνάσσοι.
τὰ φρονέων μνηστῆρσι μεθήμενος εἴσιδ' Ἀθήνην,
βῆ δ' ἰθὺς προθύροιο, νεμεσσήθη δ' ἐνὶ θυμῷ
ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς {{fr|120}}
χεῖρ' ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«χαῖρε, ξεῖνε, παρ' ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα
δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.»
ὣς εἰπὼν ἡγεῖθ', ἡ δ' ἕσπετο Παλλὰς Ἀθήνη. {{fr|125}}
οἱ δ' ὅτε δή ῥ' ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
ἔγχος μέν ῥ' ἔστησε φέρων πρὸς κίονα μακρὴν
δουροδόκης ἔντοσθεν ἐϋξόου, ἔνθα περ ἄλλα
ἔγχε' Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
αὐτὴν δ' ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας, {{fr|130}}
καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
πὰρ δ' αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
δείπνῳ ἀηδήσειεν, ὑπερφιάλοισι μετελθών,
ἠδ' ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο. {{fr|135}}
χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων· {{fr|140}}
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα,
κῆρυξ δ' αὐτοῖσιν θάμ' ἐπῴχετο οἰνοχοεύων.
ἐς δ' ἦλθον μνηστῆρες ἀγήνορες· οἱ μὲν ἔπειτα
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε. {{fr|145}}
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
σῖτον δὲ δμῳαὶ παρενήεον ἐν κανέοισι,
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο {{fr|150}}
μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
μολπή τ' ὀρχηστύς τε· τὰ γάρ τ' ἀναθήματα δαιτός.
κῆρυξ δ' ἐν χερσὶν κίθαριν περικαλλέα θῆκε
Φημίῳ, ὅς ῥ' ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν, {{fr|155}}
αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι·
«ξεῖνε φίλ', ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
ῥεῖ', ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν, {{fr|160}}
ἀνέρος, οὗ δή που λεύκ' ὀστέα πύθεται ὄμβρῳ
κείμεν' ἐπ' ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
εἰ κεῖνόν γ' Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
πάντες κ' ἀρησαίατ' ἐλαφρότεροι πόδας εἶναι
ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε. {{fr|165}}
νῦν δ' ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἥμιν
θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
φῇσιν ἐλεύσεσθαι· τοῦ δ' ὤλετο νόστιμον ἦμαρ.
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; {{fr|170}}
ὁπποίης τ' ἐπὶ νηὸς ἀφίκεο; πῶς δέ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι.
καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον, ὄφρ' ἐῢ εἰδῶ,
ἠὲ νέον μεθέπεις, ἦ καὶ πατρώϊός ἐσσι {{fr|175}}
ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.»
τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
«τοιγὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως ἀγορεύσω.
Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι {{fr|180}}
υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
νῦν δ' ὧδε ξὺν νηῒ κατήλυθον ἠδ' ἑτάροισι,
πλέων ἐπὶ οἴνοπα πόντον ἐπ' ἀλλοθρόους ἀνθρώπους,
ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ' αἴθωνα σίδηρον.
νηῦς δέ μοι ἥδ' ἕστηκεν ἐπ' ἀγροῦ νόσφι πόληος, {{fr|185}}
ἐν λιμένι Ῥείθρῳ, ὑπὸ Νηΐῳ ὑλήεντι.
ξεῖνοι δ' ἀλλήλων πατρώϊοι εὐχόμεθ' εἶναι
ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ' εἴρηαι ἐπελθὼν
Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
ἔρχεσθ', ἀλλ' ἀπάνευθεν ἐπ' ἀγροῦ πήματα πάσχειν {{fr|190}}
γρηῒ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
παρτιθεῖ, εὖτ' ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
ἑρπύζοντ' ἀνὰ γουνὸν ἀλῳῆς οἰνοπέδοιο.
νῦν δ' ἦλθον· δὴ γάρ μιν ἔφαντ' ἐπιδήμιον εἶναι,
σὸν πατέρ'· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου. {{fr|195}}
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
ἀλλ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ,
νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν,
ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ' ἀέκοντα.
αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ {{fr|200}}
ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω,
οὔτε τι μάντις ἐὼν οὔτ' οἰωνῶν σάφα εἰδώς.
οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
ἔσσεται, οὐδ' εἴ πέρ τε σιδήρεα δέσματ' ἔχῃσι·
φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν. {{fr|205}}
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ' ἀλλήλοισι,
πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι {{fr|210}}
Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃσ' ἐνὶ νηυσίν·
ἐκ τοῦ δ' οὔτ' Ὀδυσῆα ἐγὼν ἴδον οὔτ' ἐμὲ κεῖνος.»
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.
μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε {{fr|215}}
οὐκ οἶδ'· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
ὡς δὴ ἐγώ γ' ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖσ' ἔπι γῆρας ἔτετμε.
νῦν δ' ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
τοῦ μ' ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτ' ἐρεείνεις.» {{fr|220}}

«οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.

τίς δαίς, τίς δὲ ὅμιλος ὅδ' ἔπλετο; τίπτε δέ σε χρεώ; {{fr|225}}
εἰλαπίνη ἦε γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ' ἐστίν,
ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
αἴσχεα πόλλ' ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.»
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· {{fr|230}}
«ξεῖν', ἐπεὶ ἂρ δὴ ταῦτά μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς,
μέλλεν μέν ποτε οἶκος ὅδ' ἀφνειὸς καὶ ἀμύμων
ἔμμεναι, ὄφρ' ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
νῦν δ' ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
οἳ κεῖνον μὲν ἄϊστον ἐποίησαν περὶ πάντων {{fr|235}}
ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδ' ἀκαχοίμην,
εἰ μετὰ οἷσ' ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
τῶ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ' ὀπίσσω. {{fr|240}}
νῦν δέ μιν ἀκλειῶς Ἅρπυιαι ἀνηρέψαντο·
οἴχετ' ἄϊστος ἄπυστος, ἐμοὶ δ' ὀδύνας τε γόους τε
κάλλιπεν· οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε' ἔτευξαν.
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, {{fr|245}}
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
ἠδ' ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
τόσσοι μητέρ' ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
ἡ δ' οὔτ' ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες {{fr|250}}
οἶκον ἐμόν· τάχα δή με διαῤῥαίσουσι καὶ αὐτόν.»
τὸν δ' ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
«ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι {{fr|255}}
σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ' ἐνόησα
οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
ἐξ Ἐφύρης ἀνιόντα παρ' Ἴλου Μερμερίδαο· -
ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς {{fr|260}}
φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλ' ὁ μὲν οὔ οἱ
δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς· -
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· {{fr|265}}
πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
ἀλλ' ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
ἤ κεν νοστήσας ἀποτείσεται, ἦε καὶ οὐκί,
οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο. {{fr|270}}
εἰ δ' ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
μῦθον πέφραδε πᾶσι, θεοὶ δ' ἐπὶ μάρτυροι ἔστων.
μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
μητέρα δ', εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, {{fr|275}}
ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
πολλὰ μάλ', ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
σοὶ δ' αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
νῆ' ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη, {{fr|280}}
ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον· {{fr|285}}
ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
ἦ τ' ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδ' ἔτ' ἐόντος,
νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν {{fr|290}}
σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
πολλὰ μάλ', ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἕρξῃς,
φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι {{fr|295}}
κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί.
ἦ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
πάντας ἐπ' ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα; {{fr|300}}
καὶ σύ, φίλος, μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε,
ἄλκιμος ἔσσ', ἵνα τίς σε καὶ ὀψιγόνων ἐῢ εἴπῃ.
αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
ἠδ' ἑτάρους, οἵ πού με μάλ' ἀσχαλόωσι μένοντες·
σοὶ δ' αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.» {{fr|305}}

«ξεῖν', ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
ἀλλ' ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ {{fr|310}}
δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.»

«μή μ' ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο· {{fr|315}}
δῶρον δ' ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
καὶ μάλα καλὸν ἑλών· σοὶ δ' ἄξιον ἔσται ἀμοιβῆς.»
ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις Ἀθήνη,
ὄρνις δ' ὣς ἀνόπαια διέπτατο· τῷ δ' ἐνὶ θυμῷ {{fr|320}}
θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
μᾶλλον ἔτ' ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
θάμβησεν κατὰ θυμόν· ὀΐσατο γὰρ θεὸν εἶναι.
αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
τοῖσι δ' ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ {{fr|325}}
εἵατ' ἀκούοντες· ὁ δ' Ἀχαιῶν νόστον ἄειδε
λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
τοῦ δ' ὑπερωϊόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
κλίμακα δ' ὑψηλὴν κατεβήσετο οἷο δόμοιο, {{fr|330}}
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ' ἕποντο.
ἡ δ' ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
ἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. {{fr|335}}
δακρύσασα δ' ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
«Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας
ἔργ' ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
οἶνον πινόντων· ταύτης δ' ἀποπαύε' ἀοιδῆς {{fr|340}}
λυγρῆς, ἥ τέ μοι αἰὲν ἐνὶ στήθεσσι φίλον κῆρ
τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεὶ
ἀνδρός, τοῦ κλέος εὐρὺ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος.»
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· {{fr|345}}
«μῆτερ ἐμή, τί τ' ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τ' ἀοιδοὶ
αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
ἀνδράσιν ἀλφηστῇσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ.
τούτῳ δ' οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν· {{fr|350}}
τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ' ἄνθρωποι,
ἥ τις ἀϊόντεσσι νεωτάτη ἀμφιπέληται.
σοὶ δ' ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο. {{fr|355}}
ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σ' αὐτῆς ἔργα κόμιζε,
ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· μῦθος δ' ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ' ἐμοί· τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ.»
ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει· {{fr|360}}
παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
ἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
κλαῖεν ἔπειτ' Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα· {{fr|365}}
πάντες δ' ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
«μητρὸς ἐμῆς μνηστῆρες, ὑπέρβιον ὕβριν ἔχοντες,
νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
ἔστω, ἐπεὶ τό γε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ {{fr|370}}
τοιοῦδ' οἷος ὅδ' ἐστί, θεοῖσ' ἐναλίγκιος αὐδήν.
ἠῶθεν δ' ἀγορήνδε καθεζώμεσθα κιόντες
πάντες, ἵν' ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,
ἐξιέναι μεγάρων· ἄλλας δ' ἀλεγύνετε δαῖτας,
ὑμὰ κτήματ' ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους. {{fr|375}}
εἰ δ' ὕμιν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον
ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
κείρετ'· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.» {{fr|380}}
ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
τὸν δ' αὖτ' Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
«Τηλέμαχ', ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
ὑψαγόρην τ' ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν. {{fr|385}}
μὴ σέ γ' ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
ποιήσειεν, ὅ τοι γενεῇ πατρώϊόν ἐστιν.»
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
«Ἀντίνο', εἴ πέρ μοι καὶ ἀγάσσεαι ὅττι κεν εἴπω,
καί κεν τοῦτ' ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι. {{fr|390}}
ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
ἀλλ' ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί, {{fr|395}}
τῶν κέν τις τόδ' ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ' ἡμετέροιο
καὶ δμώων, οὕς μοι ληΐσσατο δῖος Ὀδυσσεύς.»
τὸν δ' αὖτ' Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
«Τηλέμαχ', ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται, {{fr|400}}
ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·
κτήματα δ' αὐτὸς ἔχοις καὶ δώμασι σοῖσιν ἀνάσσοις.
μὴ γὰρ ὅ γ' ἔλθοι ἀνήρ, ὅς τίς σ' ἀέκοντα βίηφι
κτήματ' ἀποῤῥαίσει', Ἰθάκης ἔτι ναιεταούσης.
ἀλλ' ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι, {{fr|405}}
ὁππόθεν οὗτος ἀνήρ· ποίης δ' ἐξ εὔχεται εἶναι
γαίης; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
ἠέ τιν' ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ' ἱκάνει;
οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδ' ὑπέμεινε {{fr|410}}
γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.»

«Εὐρύμαχ', ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
οὔτ' οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ {{fr|415}}
ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
ξεῖνος δ' οὗτος ἐμὸς πατρώϊος ἐκ Τάφου ἐστί,
Μέντης δ' Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.»
ὣς φάτο Τηλέμαχος, φρεσὶ δ' ἀθανάτην θεὸν ἔγνω. {{fr|420}}
οἱ δ' εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
τρεψάμενοι τέρποντο, μένον δ' ἐπὶ ἕσπερον ἐλθεῖν.
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
Τηλέμαχος δ', ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς {{fr|425}}
ὑψηλὸς δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
ἔνθ' ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
τῷ δ' ἄρ' ἅμ' αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
Εὐρύκλει', Ὦπος θυγάτηρ Πεισηνορίδαο,
τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσι, {{fr|430}}
πρωθήβην ἔτ' ἐοῦσαν, ἐεικοσάβοια δ' ἔδωκεν,
ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
εὐνῇ δ' οὔ ποτ' ἔμικτο, χόλον δ' ἀλέεινε γυναικός·
ἥ οἱ ἅμ' αἰθομένας δαΐδας φέρε καί ἑ μάλιστα
δμῳάων φιλέεσκε καὶ ἔτρεφε τυτθὸν ἐόντα. {{fr|435}}
ὤϊξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
ἕζετο δ' ἐν λέκτρῳ, μαλακὸν δ' ἔκδυνε χιτῶνα·
καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι, {{fr|440}}
βῆ ῥ' ἴμεν ἐκ θαλάμοιο, θύρην δ' ἐπέρυσσε κορώνῃ
ἀργυρέῃ, ἐπὶ δὲ κληῗδ' ἐτάνυσσεν ἱμάντι.
ἔνθ' ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
βούλευε φρεσὶν ᾗσιν ὁδόν, τὴν πέφραδ' Ἀθήνη.
</poem>}}
[[en:The Odyssey of Homer (Cowper)/Book I]]{{Interwiki-info|en1|(Cowper 1791)}}
[[en:The Odyssey (Butler)/Book I]]{{Interwiki-info|en2|(Butler 1898)}}
[[es:Odisea: Canto I]]
[[fr:Odyssée-1]]{{Interwiki-info|fr1|(Bareste 1842)}}
[[fr:L'Odyssée-1]]{{Interwiki-info|fr2|(Leconte de Lisle 1867)}}
[[fr:Odyssée traduction Séguier/1]]{{Interwiki-info|fr3|(Séguier 1896)}}
[[fr:Page:Homère - Odyssée, I-IV, traduction Sommer, juxta, 1886.djvu/5]]{{Interwiki-info|fr4|(Sommer juxtalinéaire)}}
[[it:Odissea/Libro I]]
[[ru:Одиссея/Песнь первая]]
[[uk:Одіссея Пісня 1]]
evvkytk0ko9y3mm3mdu3588qa0f7v9o
165777
165769
2026-04-05T18:37:59Z
Μανώλης Καλογεράκης
19455
165777
wikitext
text/x-wiki
<!-- link to verses ending in 0 or 5 with # -->
{{κεφαλίδα
|τίτλος=[[Οδύσσεια|Ὀδύσσεια]]
|ενότητα= Ῥαψωδία α
|επόμενο=[[../β|Ῥαψωδία β]]
|συγγραφέας=Όμηρος
|σημειώσεις=
}}
{{block center|width=28em|
<poem>
Ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε·
πολλῶν δ’ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δ’ ὅ γ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων. {{fr|5}}
ἀλλ' οὐδ' ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·

1be85epwjp3ad402bi7i6wrh6bwb650
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/146
100
51948
165772
164959
2026-04-05T17:36:32Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165772
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza|
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
νείρᾳ τρέφεται, πρὶν καταλῆξαι
: {{fr|1480}} <<< τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
<>{{asc|Χορος}}
ἦ μέγαν οἰκονόμον >>> {{Χ-δεξ|στρ. β.}}
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
φεῦ φεῦ, κακὸν αἶνον ἀτη-
ρᾶς τύχας ἀκορέστου·
{{fr|1485}} <<< ἰὴ ἰή, διαὶ Διὸς
παναιτίου πανεργέτα·
τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, >>> {{Χ-δεξ|ἐφυμν. β.}}
{{fr|1490}} <<< πῶς σε δακρύσω;
: φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον
{{fr|1495}} <<< δολίῳ μόρῳ δαμεὶς <δάμαρτος>
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
<>{{asc|Κλυταιμηστρα}}
αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν; >>> {{Χ-δεξ|anap.}}
μηδ᾽ ἐπιλεχθῇς
Ἀγαμεμνονίαν εἶναί μ᾽ ἄλοχον.
{{fr|1500}} <<< φανταζόμενος δὲ γυναικὶ νεκροῦ
τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ
Ἀτρέως χαλεποῦ θοινατῆρος
τόνδ᾽ ἀπέτεισεν,
: τέλεον νεαροῖς ἐπιθύσας.
}}<noinclude><references/>
132</noinclude>
3w0q7024sf1368917p80ustzbyhxytx
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/148
100
51949
165773
164960
2026-04-05T17:41:55Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165773
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza|
<>{{asc|Χορος}}
{{fr|1505}} <<< ὡς μὲν ἀναίτιος εἶ >>> {{Χ-δεξ|ἀντ. β.}}
τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
πῶς πῶς; πατρόθεν δὲ συλλή-
πτωρ γένοιτ᾽ ἂν ἀλάστωρ.
βιάζεται δ᾽ ὁμοσπόροις
{{fr|1510}} <<< ἐπιρροαῖσιν αἱμάτων
μέλας Ἄρης, ὅποι δίκαν προβαίνων
πάχνᾳ κουροβόρῳ παρέξει.
ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, >>> {{Χ-δεξ|ἐφυμν. β.}}
πῶς σε δακρύσω;
: {{fr|1515}} <<< φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽
: ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
ὤμοι μοι, κοίταν τάνδ᾽ ἀνελεύθερον
δολίῳ μόρῳ δαμεὶς <δάμαρτος>
{{fr|1520}} <<< ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
<>{{asc|Κλυταιμηστρα}}
[οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατον >>> {{Χ-δεξ|anap.}}
τῷδε γενέσθαι.]
οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
οἴκοισιν ἔθηκ᾽;
{{fr|1525}} <<< ἀλλ᾽ ἐμὸν ἐκ τοῦδ᾽ ἔρνος ἀερθέν,
τὴν πολυκλαύτην Ἰφιγενείαν,
ἄξια δράσας ἄξια πάσχων
μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
ξιφοδηλήτῳ
: θανάτῳ τείσας ἅπερ ἔρξεν.
}}<noinclude><references/>
134</noinclude>
fssqu6024iobcf922fxar8kp1ug6j7q
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/150
100
51950
165774
164967
2026-04-05T17:47:36Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165774
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza|
<>{{asc|Χορος}}
{{fr|1530}} <<< ἀμηχανῶ φροντίδος στερηθεὶς >>> {{Χ-δεξ|στρ. γ.}}
εὐπάλαμον μέριμναν
ὅπᾳ τράπωμαι, πίτνοντος οἴκου.
δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆ
τὸν αἱματηρόν· ψακὰς δὲ λήγει.
{{fr|1535}} <<< δίκην δ᾽ ἐπ᾽ ἄλλο πρᾶγμα θηγάνει βλάβης
πρὸς ἄλλαις θηγάναισι μοῖρα.
ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω, >>> {{Χ-δεξ|ἐφυμν. γ.}}
πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου
: {{fr|1540}} <<< δροίτης κατέχοντα χάμευναν.
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
ἦ σὺ τόδ᾽ ἔρξαι τλήσῃ, κτείνασ᾽
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
{{fr|1545}} <<< ψυχῇ τ᾽ ἄχαριν χάριν ἀντ᾽ ἔργων
: μεγάλων ἀδίκως ἐπικρᾶναι;
τίς δ᾽ ἐπιτύμβιον αἶνον ἐπ᾽ ἀνδρὶ θείῳ
σὺν δακρύοις ἰάπτων
{{fr|1550}} <<< ἀληθείᾳ φρενῶν πονήσει;
<>{{asc|Κλυταιμηστρα}}
οὐ σὲ προσήκει τὸ μέλημ᾽ ἀλέγειν >>> {{Χ-δεξ|anap.}}
τοῦτο· πρὸς ἡμῶν
κάππεσε, κάτθανε, καὶ καταθάψομεν,
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
{{fr|1555}} <<< ἀλλ᾽ Ἰφιγένειά νιν ἀσπασίως
θυγάτηρ, ὡς χρή,
πατέρ᾽ ἀντιάσασα πρὸς ὠκύπορον
πόρθμευμ᾽ ἀχέων
: περὶ χεῖρε βαλοῦσα φιλήσει.
}}<noinclude><references/>
136</noinclude>
o8qgzwkmjh4zjxc5zszdk5c6a88pbu0
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/152
100
51951
165775
164966
2026-04-05T17:53:10Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165775
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=follow|
<>{{asc|Χορος}}
{{fr|1560}} <<< ὄνειδος ἥκει τόδ᾽ ἀντ᾽ ὀνείδους. >>> {{Χ-δεξ|ἀντ. γ.}}
δύσμαχα δ᾽ ἔστι κρῖναι.
φέρει φέροντ᾽, ἐκτίνει δ᾽ ὁ καίνων.
μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς
παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.
{{fr|1565}} <<< τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
κεκόλληται γένος πρὸς ἄτᾳ.
<ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω, >>> {{Χ-δεξ|ἐφυμν. γ.}}
πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου
: δροίτης κατέχοντα χάμευναν.
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
ἦ σὺ τόδ᾽ ἔρξαι τλήσῃ, κτείνασ᾽
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
ψυχῇ τ᾽ ἄχαριν χάριν ἀντ᾽ ἔργων
: μεγάλων ἀδίκως ἐπικρᾶναι;
τίς δ᾽ ἐπιτύμβιος αἶνον ἐπ᾽ ἀνδρὶ θείῳ
σὺν δακρύοις ἰάπτων
ἀληθείᾳ φρενῶν πονήσει;>
<>{{asc|Κλυταιμηστρα}}
ἐς τόνδ᾽ ἐνέβης ξὺν ἀληθείᾳ >>> {{Χ-δεξ|anap.}}
χρησμόν. ἐγὼ δ᾽ οὖν
ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν
{{fr|1570}} <<< ὅρκους θεμένη τάδε μὲν στέργειν,
δύστλητά περ ὄνθ᾽· ὃ δὲ λοιπόν, ἰόντ᾽
ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
τρίβειν θανάτοις αὐθένταισι·
}}<noinclude><references/>
138</noinclude>
ejij1110tvirhas43zza0o8s1nit035
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/154
100
51952
165776
164965
2026-04-05T17:59:52Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165776
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow|
κτεάνων τε μέρος
βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι
{{fr|1575}} <<< μανίας μελάθρων
ἀλληλοφόνους ἀφελούσῃ.
<>{{asc|Αιγισθος}}
ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.
φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους
θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,
{{fr|1580}} <<< ἰδὼν ὑφαντοῖς ἐν πέπλοις Ἐρινύων
τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί,
χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.
: Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,
πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,
{{fr|1585}} <<< αὑτοῦ δ᾽ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,
ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.
καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
τλήμων Θυέστης μοῖραν ηὕρετ᾽ ἀσφαλῆ,
τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον,
{{fr|1590}} <<< αὐτός· ξένια δὲ τοῦδε δύσθεος πατὴρ
Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως πατρὶ
τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν
δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.
τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας
{{fr|1595}} <<< ἔθρυπτ᾽, ἄνωθεν {{κσγ|. . . . . . . .|0.5em}}
{{κσγ|. . . . . . . . . . . . .|0.5em}}
{{κσγ|. . . . .|0.5em}} ἀνδρακὰς καθήμενος.
ἄσημα δ᾽ αὐτῶν αὐτίκ᾽ ἀγνοίᾳ λαβὼν
ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.
}}<noinclude><references/>
140</noinclude>
qr767lbnljazkw4cx39x9j4c9golvqz
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/156
100
51953
165779
164968
2026-04-05T20:17:39Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165779
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow|
κἄπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιον
ᾤμωξεν, ἀμπίπτει δ᾽ ἀπὸ σφαγὴν ἐρῶν,
{{fr|1600}} <<< μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται,
λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,
οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.
ἐκ τῶνδέ σοι πεσόντα τόνδ᾽ ἰδεῖν πάρα.
κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.
{{fr|1605}} <<< τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δυσαθλίῳ πατρὶ
συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις·
τραφέντα δ᾽ αὖθις ἡ δίκη κατήγαγεν,
καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,
πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
{{fr|1610}} <<< οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,
ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.
<>{{asc|Χορος}}
Αἴγισθ᾽, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.
σὺ δ᾽ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν,
μόνος δ᾽ ἔποικτον τόνδε βουλεῦσαι φόνον·
{{fr|1615}} <<< οὔ φημ᾽ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα
δημορριφεῖς, σάφ᾽ ἴσθι, λευσίμους ἀράς.
<>{{asc|Αιγισθος}}
σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος
κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;
γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ
{{fr|1620}} <<< τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.
δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες
δύαι διδάσκειν ἐξοχώταται φρενῶν
}}<noinclude><references/>
142</noinclude>
pn95kqdfscjmt6hzv2yupn6ldam6sqe
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/158
100
51954
165780
164969
2026-04-05T20:23:44Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165780
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza|
ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;
πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.
<>{{asc|Χορος}}
{{fr|1625}} <<< γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων
οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνων ἅμα
ἀνδρὶ στρατηγῷ τόνδ᾽ ἐβούλευσας μόρον;
<>{{asc|Αιγισθος}}
καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.
Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.
{{fr|1630}} <<< ὁ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾷ,
σὺ δ᾽ ἐξορίνας νηπίοις ὑλάγμασιν
ἄξῃ· κρατηθεὶς δ᾽ ἡμερώτερος φανῇ.
<>{{asc|Χορος}}
ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,
ὃς οὐκ, ἐπειδὴ τῷδ᾽ ἐβούλευσας μόρον,
{{fr|1635}} <<< δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.
<>{{asc|Αιγισθος}}
τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς·
ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.
ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι
ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα
{{fr|1640}} <<< ζεύξω βαρείαις οὔτι μοι σειραφόρον
κριθῶντα πῶλον· ἀλλ᾽ ὁ δυσφιλὴς σκότῳ
λιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται.
}}<noinclude><references/>
144</noinclude>
q1ene8mfwg3arg62jdv5d1hndadoa4z
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/160
100
51955
165781
164970
2026-04-05T20:28:35Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165781
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=follow|
<>{{asc|Χορος}}
τί δὴ τὸν ἄνδρα τόνδ᾽ ἀπὸ ψυχῆς κακῆς
οὐκ αὐτὸς ἠνάριζες, ἀλλὰ νιν γυνὴ
{{fr|1645}} <<< χώρας μίασμα καὶ θεῶν ἐγχωρίων
ἔκτειν᾽; Ὀρέστης ἆρά που βλέπει φάος,
ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ
ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;
<>{{asc|Αιγισθος}}
ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα—
{{fr|1650}} <<< εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.
<>{{asc|Χορος}}
εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.
<>{{asc|Αιγισθος}}
ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.
<>{{asc|Χορος}}
δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δ᾽ αἱρούμεθα.
<>{{asc|Κλυταιμηστρα}}
μηδαμῶς, ὦ φίλτατ᾽ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.
{{fr|1655}} <<< ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλὰ, δύστηνον θέρος.
πημονῆς δ᾽ ἅλις γ᾽ ὑπάρχει· μηδὲν αἱματώμεθα.
}}<noinclude><references/>
146</noinclude>
g5apn2vgzsl7c9ilhio63aevcwdzwy7
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/162
100
51956
165783
164971
2026-04-05T21:31:39Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165783
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza|
στείχετ᾽ αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις [τούσδε]
πρὶν παθεῖν εἴξαντες ὥρᾳ· χρῆν τάδ᾽ ὡς ἐπράξαμεν.
εἰ δέ τοι μόχθων γένοιτο τῶνδ᾽ ἅλις, δεχοίμεθ᾽ ἄν,
{{fr|1660}} <<< δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.
ὧδ᾽ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.
<>{{asc|Αιγισθος}}
ἀλλὰ τούσδ᾽ ἐμοὶ ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανθίσαι
κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,
σώφρονος γνώμης θ᾽ ἁμαρτεῖν τὸν κρατοῦντά <θ᾽ ὑβρίσαι>.
<>{{asc|Χορος}}
{{fr|1665}} <<< οὐκ ἂν Ἀργείων τόδ᾽ εἴη, φῶτα προσσαίνειν κακόν.
<>{{asc|Αιγισθος}}
ἀλλ᾽ ἐγώ σ᾽ ἐν ὑστέραισιν ἡμέραις μέτειμ᾽ ἔτι.
<>{{asc|Χορος}}
οὔκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ᾽ ἀπευθύνῃ μολεῖν.
<>{{asc|Αιγισθος}}
οἶδ᾽ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.
<>{{asc|Χορος}}
πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.
}}<noinclude><references/>
148</noinclude>
ay292fsm6jx4dcxad8kkmpjwdde1008
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/164
100
51957
165784
164972
2026-04-05T21:33:15Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165784
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|
<>{{asc|Αιγισθος}}
{{fr|1670}} <<< ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.
<>{{asc|Χορος}}
κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.
<>{{asc|Κλυταιμηστρα}}
μὴ προτιμήσῃς ματαίων τῶνδ᾽ ὑλαγμάτων· <ἐγὼ>
καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων <καλῶς>.
}}<noinclude><references/>
150</noinclude>
1jh2t6hm0rybgmdhe6iopg0hpz5bv61
Η Ελλάς του 1910–1920/18
0
52269
165789
165720
2026-04-05T22:55:08Z
Αντιγόνη
235
165789
wikitext
text/x-wiki
{{Κεφαλίδα
| τίτλος = Ἡ Ἑλλὰς τοῦ 1910–1920
| συγγραφέας = Γεώργιος Βεντήρης
| μεταφραστής=
| ενότητα = Ἡ παρένθεσις
| επόμενο = [[../19|Παράρτημα ἐγγράφων Αʹ Τόμου]]
| προηγούμενο= [[../17|Ἐπάνοδος εἰς τὴν ὀλιγαρχίαν]]
| σημειώσεις =
}}
<pages index="Η Ελλάς του 1910–1920 - τ.1 (1931).pdf" from=399 to=422 exclude=415,416 />
{{rule|width=6em|align=left}}<references/>
1weewthtqucyol83zqb2hz6qwo8j1d3
Σελίδα:Όταν ήμουν δάσκαλος (1916).pdf/17
100
52279
165770
165768
2026-04-05T17:02:13Z
Αντιγόνη
235
165770
proofread-page
text/x-wiki
<noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ|Ὅταν ἤμουν δάσκαλος||13}}</noinclude>πρὸς ἐξήγησιν καὶ τεχνολογίαν δὲν ἦτο ποτὲ περισσότερον τῆς μιᾶς περιόδου, δύο ἢ τρεῖς γραμμαὶ ἀπὸ τὴν Ἀνάβασιν. Ἐπειδὴ δὲ δὲν κατώρθωνα πάντοτε νὰ ἐνθυμοῦμαι τοὺς σχετικοὺς γραμματικοὺς κανόνας, ἡ τεχνολογία μου ἦτο ἁπλουστάτη.
Ἀλλὰ τότε παρετήρησα ὅτι οἱ μαθηταί μου ἐγνώριζαν περισσότερα ἀπὸ ἐμέ. Διὸ ἠναγκάσθην νὰ ἐντείνω τὰς μελέτας μου καὶ μάλιστα νὰ σημειώνω τοὺς κανόνας τοὺς ἐφαρμοζομένους εἰς ἑκάστην λέξιν τοῦ κειμένου. Διδάσκων δὲ εἶχα τὸν τυφλοσούρτην τῶν σημειώσεων εἰς τὸ ἡμιάνοικτον συρτάρι μου καὶ μὲ τρόπον παρηκολούθουν. «Λοιπὸν διατί ἐξαιρεῖται; Λέγε Γιώργη… Ὁ ἄλλος… ὁ ἄλλος;…»
Καὶ ἐνῷ διὰ τοῦ ἑνὸς βλέμματος ἠρώτων, διὰ τοῦ ἄλλου ἀνεζήτουν εἰς τὸ συρτάρι μου τὸν κανόνα, καὶ ᾔσθανόμην ἀληθῆ εὐτυχίαν θριάμβου ὅταν ἐπὶ τέλους κατώρθωνα νὰ καταπλήξω τὸ ἀκροατήριον μου μὲ τὰς γνώσεις μου· καὶ ὁ θρίαμβος ἀντήχει εἰς τὴν φωνήν μου, ἥτις βαθμηδὸν καὶ ἀσυνειδήτως ἤρχιζε νὰ προσλαμβάνῃ τὸν διδασκαλικὸν στόμφον.
Ἐννοεῖται ὅτι κατ’ αὐτὸν τὸν τρόπον, μὲ τὴν καλὴν θέλησιν διδασκάλου καὶ μαθητῶν, τὸ μάθημα διήρκει ὀλίγον· οὕτω δὲ εἶχα ὥρας πολλὰς εἰς τὴν διάθεσίν μου διὰ τὸ κυνῆγι. Καὶ πρὶν ἀκόμη ἐξέλθουν αἱ μαθηταί, ἐγὼ ευρισκόμην εἰς τοὺς ἀγρούς, μὲ τὸ δίκαννον ἐπ’ ὤμου, ἀκολουθούμενος ὑπὸ τῶν δύο μου σκύλων. Ἐπιστρέφων δὲ εὕρισκα τὸ δεῖπνον ἢ τὸ γεῦμα ἕτοιμον, χάρις εἰς τὴν ὑποχρεωτικὴν καλωσύνην τοῦ συναδέλφου. Καὶ ἡ ζωὴ ἐκείνη ἤρχιζε νὰ ἔχῃ, ἂν οὐχὶ θέλγητρα, τοὐλάχιστον γαλήνην τινὰ ἀρκετὰ εὐχάριστον.
Σὺν τῷ χρόνῳ δὲ παρετήρουν ὅτι ηὔξαναν καὶ ἐπλουτίζοντο ἀνεπαισθήτως αἱ γραμματικαὶ γνώσεις μου καὶ ᾔσθανόμην ἡδονὴν ἄγνωστον νὰ διανοίγω τοὺς ὀφθαλμοὺς καὶ τὰς ψυχὰς τῶν μαθητῶν μου εἰς τὴν γνῶσιν καὶ τὴν ἔρευναν. Ἀλλὰ πρὸ πάντων μἔτερπε καὶ μοῦ ἐνέπνεεν ὑπερηφάνειαν ἡ ἐπιτυχία τοῦ ἡμέρου καὶ συγκαταβατικοῦ συστήματός μου. Οἱ μαθηταί μου μ’ ἐσέβοντο καὶ μὲ ἠγάπων, χωρὶς δὲ νὰ μεταχειρισθῶ ποτὲ βίαια μέσα, χωρὶς<noinclude></noinclude>
36709t4pecqegd04ovy7qxuishzg58i
Σελίδα:Όταν ήμουν δάσκαλος (1916).pdf/18
100
52280
165771
2026-04-05T17:13:08Z
Αντιγόνη
235
/* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: νὰ ὑψώσω κἂν τὸν τόνον τῆς φωνῆς μου, ἦσαν ἐπιμελεῖς καὶ κόσμιοι. Ηὔξανε δὲ ἡ πρὸς ἐμὲ ἀγάπη καὶ εὐγνωμοσύνη των, ὅταν ἀπὸ τὴν πρώτην τάξιν, ἥτις ἦτο εἰς τὸ ἰσόγειον, ἤρχοντο ἐνίοτε πλαταγισμοὶ ῥαπισμάτων ὁμοῦ μὲ τὰς ἀγρίας κραυγὰς καὶ τὰς...
165771
proofread-page
text/x-wiki
<noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ|14||Ὅταν ἤμουν δάσκαλος}}</noinclude>νὰ ὑψώσω κἂν τὸν τόνον τῆς φωνῆς μου, ἦσαν ἐπιμελεῖς καὶ κόσμιοι. Ηὔξανε δὲ ἡ πρὸς ἐμὲ ἀγάπη καὶ εὐγνωμοσύνη των, ὅταν ἀπὸ τὴν πρώτην τάξιν, ἥτις ἦτο εἰς τὸ ἰσόγειον, ἤρχοντο ἐνίοτε πλαταγισμοὶ ῥαπισμάτων ὁμοῦ μὲ τὰς ἀγρίας κραυγὰς καὶ τὰς ὕβρεις τοῦ διδασκάλου, κούτσουρα, παλιόπαιδα, κτήνη!
Ἀλλ’ ἡ ἀντίθεσις αὕτη ἐπῆλθεν ὡς πρῶτον ζιζάνιον εἰς τὴν μεταξὺ ἐμοῦ καὶ τοῦ συναδέλφου ἁρμονίαν. Ἔκαμα τὸ λάθος μίαν ἡμέραν νὰ τοῦ παρατηρήσω ὅτι ἦσαν σκληραὶ καὶ ἀνωφελεῖς αἱ σωματικαὶ ποιναί, ὅτι βλάπτουν μᾶλλον διότι ταπεινώνουν τὸ φρόνημα καὶ πληγώνουν τὴν φιλοτιμίαν, διὸ καὶ ἔχουν καταργηθῆ εἰς ὅλον τὸν πολιτισμένον κόσμον. Αὐτὸς δέ, ὡς ἐὰν ἦτο ἤδη πρὸ πολλοῦ χολιασμένος, ἐπειδὴ ἐθεώρει τὸ σύστημά μου ὡς ἀποδοκιμασίαν τῆς ἰδικῆς του μεθόδου, μοῦ ἀπήντησε μὲ πεῖσμα:
— Ἔτσι ξέρω ἐγὼ νὰ διδάσκω. Τὰ νέα συστήματα δὲν τὰ ξέρω· ξέρω μόνον πῶς πρέπει νὰ μανθάνουν γράμματα οἱ μαθηταί.
Ἡ ἀνάμνησις τῆς ἀριθμητικῆς καὶ τῆς μαγειρικῆς ἐκράτησε τὴν ὀργήν μου καὶ ἠμπόδισε τὴν ῥῆξιν, διὰ τὴν ὁποίαν ὁ συνάδελφος ἐφαίνετο ἀποφασισμένος. Τὴν ἑσπέραν ἐδειπνήσαμεν πάλιν ὁμοῦ καὶ μόνον μικρά τις δυσφορία εμπόδιζε τὰ βλέμματά μας νὰ συναντηθῶσιν. Ἡ ὑποχώρησίς μου ὅμως αὕτη φαίνεται ὅτι δὲν ἐξετιμήθη δεόντως ὑπὸ τοῦ συναδέλφου, ὅστις ἔγεινε νευρικώτερος καὶ ἐφαίνετο εἰς πᾶσαν περίστασιν ἐπιζητῶν ἔριδα.
Ὡς διὰ νὰ μὲ προκαλῇ δέ, ἔγινεν ἀπηνέστερος πρὸς τοὺς μαθητάς του καὶ ἡ παράδοσις του ἦτο σχεδὸν ἀδιάκοπος θρῆνος τῶν ῥαπιζομένων καὶ μαστιγουμένων μαθητῶν. Ἡ ἐναντίον μου κρυφία ἔχθρα του ἐξέσπα εἰς τὴν ράχιν τῶν δυστυχῶν παιδίων. Τοῦτο δὲ δὲν ἦτο μόνον πλαγία πρόκλησις ἐναντίον μου, ἀλλὰ καὶ ενόχλησις πολὺ δυσάρεστος πάσης στιγμῆς. Διότι μολονότι ἐνίσχυον τὴν πρὸς ἐμὲ ἀγάπην τῶν μαθητῶν μου, μοῦ ἐτάρασσαν τὰ νεῦρα καὶ τὴν διδασκαλίαν αἱ οἰμωγαὶ ἐκεῖναι καὶ αἱ κραυγαὶ αἱ ἄγριαι, τὰς ὁποίας ἤμουν ἠναγκασμένος ν’ ἀκούω, διότι αἱ δύο τάξεις συνεκοινώνουν.
{{nop}}<noinclude>
{{rule|margin-top=3em|5em}}</noinclude><noinclude></noinclude>
8i1ehcytszy0896h21h13cgut9vt8s3
Σελίδα:Όταν ήμουν δάσκαλος (1916).pdf/19
100
52281
165778
2026-04-05T19:57:34Z
Αντιγόνη
235
/* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: {{nop}} {{κέντρο|lh=3em|{{x-larger|Δ}}}} Εἰς τὴν νευρικότητα τοῦ διδασκάλου συνετέλει καὶ μία ἄλλη ἀφορμή, τὴν ὁποίαν δὲν ἐμάντευα τότε. Ὁ συνάδελφος ἦτο ἐρωτευμένος. Μοῦ τὸ ἐξωμολογήθη μίαν ἡμέραν, ὅταν ἀκόμη αἱ σχέσεις μας ἦσαν ὁμαλαὶ καὶ εἰς στιγμὴν τῆς ἐλ...
165778
proofread-page
text/x-wiki
<noinclude><pagequality level="1" user="Αντιγόνη" />{{nop}}</noinclude>{{nop}}
{{κέντρο|lh=3em|{{x-larger|Δ}}}}
Εἰς τὴν νευρικότητα τοῦ διδασκάλου συνετέλει καὶ μία ἄλλη ἀφορμή, τὴν ὁποίαν δὲν ἐμάντευα τότε. Ὁ συνάδελφος ἦτο ἐρωτευμένος. Μοῦ τὸ ἐξωμολογήθη μίαν ἡμέραν, ὅταν ἀκόμη αἱ σχέσεις μας ἦσαν ὁμαλαὶ καὶ εἰς στιγμὴν τῆς ἐλαφρᾶς μετὰ τὸ δεῖπνον εὐθυμίας, ἥτις προκαλεῖ τὴν διάχυσιν καὶ τὰς ἐκμυστηρεύσεις:
— Τί τὰ θέλεις; μοῦ εἶπεν. Ἡ γυναῖκες εἶνε παντοῦ ἡ ἴδιαις. Ἐδῶ τὰς περιορίζει ὁ φόβος… ἢ μᾶλλον ὁ φόβος περιορίζει τοὺς ἄνδρας. Ἀλλ’ ἅμα παρουσιασθῇ ὁ κατάλληλος ἄνθρωπος καὶ ἡ κατάλληλος εὐκαιρία… Παντοῦ τέλος πάντων ἡ ἴδιαις.
Καὶ ἀφοῦ μὲ ἀφῆκε νὰ ὑποθέσω ὅτι αὐτὸς ἦτο ὁ «κατάλληλος ἄνθρωπος», ὁ ὁποῖος ἐγνώριζε νὰ εὑρίσκῃ τὰς «καταλλήλους εὐκαιρίας», ἐξηκολούθησε:
— Ξέρεις τὴ Φωτεινὴ τοῦ Δετορογεώργη… ἐκεῖνο τὸ νοστιμώτατο κορίτσι, ποῦ μοὖπες ὅταν τὸ πρωτόειδες: «Μωρ’ αὐτὸ μπορεῖ νὰ τρελλάνῃ καὶ σχολάρχη!» Λοιπὸν μάθε ὅτι μοὔχει ριχτῆ χονδρικῶς καὶ τόσο φανερὰ ποῦ φοβοῦμαι νὰ μὴ βρῶ μπελᾶ. Μιὰ βραδειά, περνῶντας ἀπ’ ἔξω ἀπὸ τὸ σπίτι τους, ἀκούω μιὰ φωνίτσα ποῦ μοῦ φώναζε ἀπὸ τὸ παράθυρο: «Δάσκαλε! δάσκαλε!» Κυττάζω στὸ παράθυρο, δὲν βλέπω τίποτε· πάω νὰ προχωρήσω, καὶ πάλι «δάσκαλε! δάσκαλε!» καὶ πάλι δὲν βλέπω ψυχὴ στὸ παράθυρο. Ἐπὶ τέλους ὅμως μιὰ ’πὸ τὴς πολλαὶς ἐπρόλαβα κεἶδα τὸ κεφαλάκι της τὴ στιγμὴ ποῦ τὸ ἀπέσυρε. Μοὔπαιζε τὸ κρυφτό. Ἀπὸ τότε, ὅπου μὲ συναντήσῃ, δὲν λογαριάζει ἂν τὴν βλέπουν καὶ μοῦ ρίχτει κάτι ματιὲς καὶ κάτι χαμόγελα… Εἶνε θεότρελλο τὸ παλλιοκόριτσο.
{{nop}}<noinclude></noinclude>
bvr1whi0y15fx4stxprn0op1e01ds2x
Σελίδα:Όταν ήμουν δάσκαλος (1916).pdf/20
100
52282
165782
2026-04-05T21:05:13Z
Αντιγόνη
235
/* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: — Βρὲ δάσκαλε, τοῦ εἶπα, μὴν ἔβαλε στὸ νοῦ της νὰ σοῦ προμηθεύσῃ κανένα βρωμόξυλο, γιὰ νὰ γελάσῃ καλλίτερα; — Ἆ μπᾶ! εἶνε ἀθώα ἡ κακομοίρα, ἀλλὰ ζωηρά. — Ξέρω κ’ ἐγώ; καὶ ἡ ἀθωότεραις γυναῖκες ἔχουν πονηρίαις. — Ξέρω τί σοῦ λέω ἐγώ. Ἀκριβῶς ἡ ἀθ...
165782
proofread-page
text/x-wiki
<noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ|16||Ὅταν ἤμουν δάσκαλος}}</noinclude>— Βρὲ δάσκαλε, τοῦ εἶπα, μὴν ἔβαλε στὸ νοῦ της νὰ σοῦ προμηθεύσῃ κανένα βρωμόξυλο, γιὰ νὰ γελάσῃ καλλίτερα;
— Ἆ μπᾶ! εἶνε ἀθώα ἡ κακομοίρα, ἀλλὰ ζωηρά.
— Ξέρω κ’ ἐγώ; καὶ ἡ ἀθωότεραις γυναῖκες ἔχουν πονηρίαις.
— Ξέρω τί σοῦ λέω ἐγώ. Ἀκριβῶς ἡ ἀθωότης τὴν κάνει τόσο τολμηρὰ καὶ ἀπρόσεκτη. Ἐγὼ νὰ σοῦ πῶ δὲν τῆς ἔδωκα κανένα θάρρος· ἀλλ’ ὅσο τὴν ἀποφεύγω, τόσον γίνεται τολμηροτέρα. Πρὸ ἡμερῶν τὴν συνήντησα κάτω στὸν ποταμό. Ἦτο μὲ τὴ μικρή της τὴν ἀδελφή. Καὶ ξέρεις τί μοῦ εἶπε ὅταν ἐπέρνα δίπλα μου; «Δὲν μὲ παίρνεις κἐμένα στὸ σκολειὰ νὰ μάθω γράμματα;» Τώρα δὲ ἄρχισε κ’ ἔρχεται κ’ ἐδῶ ἀπ’ ἔξω, διότι τὸ περιβόλι ποὗνε δίπλα μας εἶνε δικό τους. Δὲν ἔτυχε νὰ τὴ δῇς;… Φοβοῦμαι ὅτι θἄρθῃ κ’ ἐδῶ μέσα καμμιὰ μέρα.
— Κι ἂν ἔρθῃ, τί θὰ κάμῃς;
— Θὰ φύγω ἀπὸ τὴν ἄλλη πόρτα.
Ἤθελε καλὰ καὶ σώνει νὰ μὲ πείσῃ ὅτι εὑρίσκετο εἰς τὴν θέσιν τοῦ Ἰωσήφ, οὗτινος τὴν ἱστορίαν ἐδιδάσκαμεν εἰς τοὺς μαθητάς. Τὸ βέβαιον ὅμως εἶνε ὅτι ἦτο ἐρωτευμένος ὁ ταλαίπωρος διδάσκαλος, τόσον ἐρωτευμένος, ὥστε ἤρχισε βραδύτερον καὶ νὰ ζηλοτυπῇ. Διότι ἡ Φωτεινή, ἥτις ἦτο ἀληθῶς ζωηρὰ καὶ φιλάρεσκος, μαντεύσασα ὅτι τὰ ὡραῖά της μάτια τὸν εἶχαν ὑποδουλώσει, ἤρχισε νὰ παίζῃ μὲ τὸν ἔρωτά του, ὅπως παίζει μὲ τὸ ράκος ἡ γάτα. Φαίνεται δὲ ὅτι, ἐρχομένη εἰς τὸν γειτονικόν μας κῆπον, δὲν ἔρριπτεν ὅλα τὰ βλέμματά της εἰς τὸ ἰσόγειον, ἀλλὰ διηύθυνε καὶ μερικὰ εἰς τὸ ἐπάνω πάτωμα. Ὅταν δὲ εἶδεν ὅτι τοῦτο ἐπείραζε τὸν ἔρωτόληπτον διδάσκαλον, ἤρχισε νὰ βλέπῃ σκοπίμως πρὸς τὰ ἰδικά μου παράθυρα καὶ νὰ προσποιῆται ἴσως ὅτι ἀντήλλασσε μετ’ ἐμοῦ νεύματα, κατ’ ἣν στιγμὴν ἐγώ, κύπτων ἐπὶ τοῦ βιβλίου ἢ ἐπιπόνως παρακολουθῶν τὸν τυφλοσούρτην μου, δὲν ἠδυνάμην νὰ βλέπω καὶ πρὸς τὰ ἔξω, οὐδ’ ὑπώπτευα κἂν τὴν παρουσίαν της.
Ὁ διδάσκαλος ὅμως ἐπίστευσεν ὅτι ὑπεισῆλθα εἰς τὰς ὑποθέσεις τῆς καρδίας του, ὡς ἀντίζηλος, καὶ ἤρχισε νὰ μὲ κατασκοπεύῃ, συγχρόνως δὲ ἐγίνετο νευρικώτερος καὶ ἀποτομώτερος. Ἐπανει-<noinclude></noinclude>
r6w112rbd3me1r82cmg378yr21iubfx
Σελίδα:Όταν ήμουν δάσκαλος (1916).pdf/21
100
52283
165785
2026-04-05T22:45:50Z
Αντιγόνη
235
/* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: λημμένως ἀνέβη αἰφνιδίως καὶ ἀθορύβως εἰς τὴν τάξιν μου, ἀλλ’ εἶχε πάντοτε μίαν δικαιολογίαν ἑτοίμην· ἐγὼ δέ, μὴ φανταζόμενος τὰ συμβαίνοντα, δὲν παρετήρουν τὴν ταραχήν του. Μίαν ἡμέραν ὅμως μοῦ εἶπεν ἄξαφνα, καὶ ἐγέλα βεβιασμένως: Ἐπὶ τέλους αὐ...
165785
proofread-page
text/x-wiki
<noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ|Ὅταν ἤμουν δάσκαλος||7}}</noinclude>λημμένως ἀνέβη αἰφνιδίως καὶ ἀθορύβως εἰς τὴν τάξιν μου, ἀλλ’ εἶχε πάντοτε μίαν δικαιολογίαν ἑτοίμην· ἐγὼ δέ, μὴ φανταζόμενος τὰ συμβαίνοντα, δὲν παρετήρουν τὴν ταραχήν του. Μίαν ἡμέραν ὅμως μοῦ εἶπεν ἄξαφνα, καὶ ἐγέλα βεβιασμένως:
Ἐπὶ τέλους αὐτὸ ποῦ εἶπες ἔγεινε. Ἡ Φωτεινὴ τὸν ἐτρέλλανε τὸν σχολάρχη!
Ἐγὼ δὲ μὴ ἐννοήσας εὐθύς, ἠρώτησα ἀθωότατα:
Ποῖον σχολάρχην;
Ἆ παμπόνηρε, νομίζεις ὅτι μπορεῖς νὰ μὲ γελάσῃς! Ἀλλὰ τέλος πάντων γιατὶ μοῦ τὸ κρύβεις; Δὲν ἔχεις τόσην εμπιστοσύνην σὲ μένα; Μὴ σοῦ πέρασε ἡ ἰδέα ὅτι ἐγὼ τὴν ἀγαπῶ;
Ἐγέλασε ψευδῆ καὶ ἐπίπονον γέλωτα.
Δὲν ἐτρελλάθηκα ἀκόμη νὰ μπλέξω μ’ αὐτὸ τὸ τρελλοκόριτσο νὰ κινδυνεύσῃ καὶ ἡ ζωή μου στὸ ὕστερο! Τὸ κάτω κάτω δὲν εἶνε δὰ καὶ σπουδαῖο πρᾶμα. Μόνο δυὸ μάτια ἔχει καὶ τίποτε ἄλλο. Προχθὲς τὴν εἶδα στὸ ποτάμι ποὔπλυνε καὶ σὲ βεβαιῶ τὴ σιχάθηκα. Κάτι πόδια ξύλα. Ἄφησέ με, χριστιανέ μου! Καὶ νὰ μὲ σκοτώσουνε γιὰ δαύτηνα, δὲν θἆν’ ἐπὶ τέλους καὶ μεγάλη ἡ ζημία. Θὰ γλυτώσω ἀπ’ αὐτὸ τὸ βίο καὶ τὰ βάσανα. Ἀλλὰ τὸ πιθανώτερον εἶνε ὅτι θὰ μοῦ τὴν φορτώσουν διὰ τῆς βίας. Καὶ φαντάσου πλέον νὰ ἔχω μιὰ τέτοια σύζυγον, μιὰ χωριάτισσα, ἡ ὁποία δὲν θὰ ξέρῃ νὰ μοῦ μιλήσῃ! Ὡραία ζωὴ θὰ περάσω! Κυρία μὲ ἀνδρικὸ βρακὶ γαλάζιο, ὡς τὰ φοροῦν ἐδῶ ἡ χωριάτισσες καὶ κοντεύει νὰ μὴ διακρίνωνται οἱ ἄνδρες ἀπὸ τὴς γυναῖκες! Τὴν εἶδες τὴς καθημερινές, ὅταν τὸ φορῇ αὐτὸ τὸ ἀπαίσιον ἔνδυμα; Δὲν εἶνε φρίκη;
Ὅλα αὐτὰ ἐλέχθησαν μὲ τοιαύτην νευρικὴν ταχύτητα, ὥστε δὲν μοῦ ἔδωκε καιρὸν νὰ διαμαρτυρηθῶ. Μοῦ ἔδωκεν ὅμως και τὸν νὰ μαντεύσω ὅτι ὁ ἄνθρωπος δὲν ἦτο ἐντελῶς καλὰ εἰς τὴν ὑγείαν του, χωρὶς ὅμως νὰ ἐννοήσω καὶ τὶ ἀκριβῶς συνέβαινεν.
Λοιπόν, τοῦ εἶπα ἐπὶ τέλους, σοῦ πέρασε ἡ ἰδέα ὅτι τὴν ἀγαπῶ ἐγώ;
Δὲν εἶνε ἰδέα, εἶμαι βέβαιος, ἀπήντησεν ὑψώνων τὴν φωνήν, εἶδα μὲ τὰ μάτια μου.
{{nop}}<noinclude></noinclude>
pgqyg6haq42d7rw3zf5ed15kfy6xc3x
165786
165785
2026-04-05T22:46:26Z
Αντιγόνη
235
165786
proofread-page
text/x-wiki
<noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ|Ὅταν ἤμουν δάσκαλος||7}}</noinclude>λημμένως ἀνέβη αἰφνιδίως καὶ ἀθορύβως εἰς τὴν τάξιν μου, ἀλλ’ εἶχε πάντοτε μίαν δικαιολογίαν ἑτοίμην· ἐγὼ δέ, μὴ φανταζόμενος τὰ συμβαίνοντα, δὲν παρετήρουν τὴν ταραχήν του. Μίαν ἡμέραν ὅμως μοῦ εἶπεν ἄξαφνα, καὶ ἐγέλα βεβιασμένως:
— Ἐπὶ τέλους αὐτὸ ποῦ εἶπες ἔγεινε. Ἡ Φωτεινὴ τὸν ἐτρέλλανε τὸν σχολάρχη!
Ἐγὼ δὲ μὴ ἐννοήσας εὐθύς, ἠρώτησα ἀθωότατα:
— Ποῖον σχολάρχην;
— Ἆ παμπόνηρε, νομίζεις ὅτι μπορεῖς νὰ μὲ γελάσῃς! Ἀλλὰ τέλος πάντων γιατὶ μοῦ τὸ κρύβεις; Δὲν ἔχεις τόσην εμπιστοσύνην σὲ μένα; Μὴ σοῦ πέρασε ἡ ἰδέα ὅτι ἐγὼ τὴν ἀγαπῶ;
Ἐγέλασε ψευδῆ καὶ ἐπίπονον γέλωτα.
— Δὲν ἐτρελλάθηκα ἀκόμη νὰ μπλέξω μ’ αὐτὸ τὸ τρελλοκόριτσο νὰ κινδυνεύσῃ καὶ ἡ ζωή μου στὸ ὕστερο! Τὸ κάτω κάτω δὲν εἶνε δὰ καὶ σπουδαῖο πρᾶμα. Μόνο δυὸ μάτια ἔχει καὶ τίποτε ἄλλο. Προχθὲς τὴν εἶδα στὸ ποτάμι ποὔπλυνε καὶ σὲ βεβαιῶ τὴ σιχάθηκα. Κάτι πόδια ξύλα. Ἄφησέ με, χριστιανέ μου! Καὶ νὰ μὲ σκοτώσουνε γιὰ δαύτηνα, δὲν θἆν’ ἐπὶ τέλους καὶ μεγάλη ἡ ζημία. Θὰ γλυτώσω ἀπ’ αὐτὸ τὸ βίο καὶ τὰ βάσανα. Ἀλλὰ τὸ πιθανώτερον εἶνε ὅτι θὰ μοῦ τὴν φορτώσουν διὰ τῆς βίας. Καὶ φαντάσου πλέον νὰ ἔχω μιὰ τέτοια σύζυγον, μιὰ χωριάτισσα, ἡ ὁποία δὲν θὰ ξέρῃ νὰ μοῦ μιλήσῃ! Ὡραία ζωὴ θὰ περάσω! Κυρία μὲ ἀνδρικὸ βρακὶ γαλάζιο, ὡς τὰ φοροῦν ἐδῶ ἡ χωριάτισσες καὶ κοντεύει νὰ μὴ διακρίνωνται οἱ ἄνδρες ἀπὸ τὴς γυναῖκες! Τὴν εἶδες τὴς καθημερινές, ὅταν τὸ φορῇ αὐτὸ τὸ ἀπαίσιον ἔνδυμα; Δὲν εἶνε φρίκη;
Ὅλα αὐτὰ ἐλέχθησαν μὲ τοιαύτην νευρικὴν ταχύτητα, ὥστε δὲν μοῦ ἔδωκε καιρὸν νὰ διαμαρτυρηθῶ. Μοῦ ἔδωκεν ὅμως και τὸν νὰ μαντεύσω ὅτι ὁ ἄνθρωπος δὲν ἦτο ἐντελῶς καλὰ εἰς τὴν ὑγείαν του, χωρὶς ὅμως νὰ ἐννοήσω καὶ τὶ ἀκριβῶς συνέβαινεν.
— Λοιπόν, τοῦ εἶπα ἐπὶ τέλους, σοῦ πέρασε ἡ ἰδέα ὅτι τὴν ἀγαπῶ ἐγώ;
— Δὲν εἶνε ἰδέα, εἶμαι βέβαιος, ἀπήντησεν ὑψώνων τὴν φωνήν, εἶδα μὲ τὰ μάτια μου.
{{nop}}<noinclude></noinclude>
eavxvhszoet5p3vww14wi3thsog0tnu
165787
165786
2026-04-05T22:46:40Z
Αντιγόνη
235
165787
proofread-page
text/x-wiki
<noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ|Ὅταν ἤμουν δάσκαλος||17}}</noinclude>λημμένως ἀνέβη αἰφνιδίως καὶ ἀθορύβως εἰς τὴν τάξιν μου, ἀλλ’ εἶχε πάντοτε μίαν δικαιολογίαν ἑτοίμην· ἐγὼ δέ, μὴ φανταζόμενος τὰ συμβαίνοντα, δὲν παρετήρουν τὴν ταραχήν του. Μίαν ἡμέραν ὅμως μοῦ εἶπεν ἄξαφνα, καὶ ἐγέλα βεβιασμένως:
— Ἐπὶ τέλους αὐτὸ ποῦ εἶπες ἔγεινε. Ἡ Φωτεινὴ τὸν ἐτρέλλανε τὸν σχολάρχη!
Ἐγὼ δὲ μὴ ἐννοήσας εὐθύς, ἠρώτησα ἀθωότατα:
— Ποῖον σχολάρχην;
— Ἆ παμπόνηρε, νομίζεις ὅτι μπορεῖς νὰ μὲ γελάσῃς! Ἀλλὰ τέλος πάντων γιατὶ μοῦ τὸ κρύβεις; Δὲν ἔχεις τόσην εμπιστοσύνην σὲ μένα; Μὴ σοῦ πέρασε ἡ ἰδέα ὅτι ἐγὼ τὴν ἀγαπῶ;
Ἐγέλασε ψευδῆ καὶ ἐπίπονον γέλωτα.
— Δὲν ἐτρελλάθηκα ἀκόμη νὰ μπλέξω μ’ αὐτὸ τὸ τρελλοκόριτσο νὰ κινδυνεύσῃ καὶ ἡ ζωή μου στὸ ὕστερο! Τὸ κάτω κάτω δὲν εἶνε δὰ καὶ σπουδαῖο πρᾶμα. Μόνο δυὸ μάτια ἔχει καὶ τίποτε ἄλλο. Προχθὲς τὴν εἶδα στὸ ποτάμι ποὔπλυνε καὶ σὲ βεβαιῶ τὴ σιχάθηκα. Κάτι πόδια ξύλα. Ἄφησέ με, χριστιανέ μου! Καὶ νὰ μὲ σκοτώσουνε γιὰ δαύτηνα, δὲν θἆν’ ἐπὶ τέλους καὶ μεγάλη ἡ ζημία. Θὰ γλυτώσω ἀπ’ αὐτὸ τὸ βίο καὶ τὰ βάσανα. Ἀλλὰ τὸ πιθανώτερον εἶνε ὅτι θὰ μοῦ τὴν φορτώσουν διὰ τῆς βίας. Καὶ φαντάσου πλέον νὰ ἔχω μιὰ τέτοια σύζυγον, μιὰ χωριάτισσα, ἡ ὁποία δὲν θὰ ξέρῃ νὰ μοῦ μιλήσῃ! Ὡραία ζωὴ θὰ περάσω! Κυρία μὲ ἀνδρικὸ βρακὶ γαλάζιο, ὡς τὰ φοροῦν ἐδῶ ἡ χωριάτισσες καὶ κοντεύει νὰ μὴ διακρίνωνται οἱ ἄνδρες ἀπὸ τὴς γυναῖκες! Τὴν εἶδες τὴς καθημερινές, ὅταν τὸ φορῇ αὐτὸ τὸ ἀπαίσιον ἔνδυμα; Δὲν εἶνε φρίκη;
Ὅλα αὐτὰ ἐλέχθησαν μὲ τοιαύτην νευρικὴν ταχύτητα, ὥστε δὲν μοῦ ἔδωκε καιρὸν νὰ διαμαρτυρηθῶ. Μοῦ ἔδωκεν ὅμως και τὸν νὰ μαντεύσω ὅτι ὁ ἄνθρωπος δὲν ἦτο ἐντελῶς καλὰ εἰς τὴν ὑγείαν του, χωρὶς ὅμως νὰ ἐννοήσω καὶ τὶ ἀκριβῶς συνέβαινεν.
— Λοιπόν, τοῦ εἶπα ἐπὶ τέλους, σοῦ πέρασε ἡ ἰδέα ὅτι τὴν ἀγαπῶ ἐγώ;
— Δὲν εἶνε ἰδέα, εἶμαι βέβαιος, ἀπήντησεν ὑψώνων τὴν φωνήν, εἶδα μὲ τὰ μάτια μου.
{{nop}}<noinclude></noinclude>
cvta1ybg31ks508zqtuw7kmfejafmn0
Σελίδα:Η Ελλάς του 1910–1920 - τ.1 (1931).pdf/422
100
52284
165788
2026-04-05T22:53:15Z
Αντιγόνη
235
/* Δεν έχει γίνει τυπογραφικός έλεγχος */ Νέα σελίδα: πουργοῦ, ἐφ’ ὅσον οὗτος δὲν εἶχεν ἀκόμη χάσει τὴν πρὸς τὸν Βασιλέα του ἐμπιστοσύνην. Ἀλλ’ ὁ Κωνσταντῖνος δὲν ἦτο πλέον ἐλεύθερος τῶν πράξεών του. Ἐδεσμεύθη μὲ ὑποσχέσεις πρὸς τὴν Γερμανίαν καὶ ἔγινεν ὁριστικῶς, ψυχολογικῶς, ἀτομικῶς, ὑποχείρ...
165788
proofread-page
text/x-wiki
<noinclude><pagequality level="1" user="Αντιγόνη" />{{κβ|358|Ἡ Ἑλλὰς τοῦ 1910–1920|{{0}}{{0}}}}</noinclude>πουργοῦ, ἐφ’ ὅσον οὗτος δὲν εἶχεν ἀκόμη χάσει τὴν πρὸς τὸν Βασιλέα του ἐμπιστοσύνην. Ἀλλ’ ὁ Κωνσταντῖνος δὲν ἦτο πλέον ἐλεύθερος τῶν πράξεών του. Ἐδεσμεύθη μὲ ὑποσχέσεις πρὸς τὴν Γερμανίαν καὶ ἔγινεν ὁριστικῶς, ψυχολογικῶς, ἀτομικῶς, ὑποχείριος τῶν προσώπων ποῦ τὸν ἐπεριστοίχιζαν. Καὶ ἂν ἤθελε, δὲν ἠμποροῦσε νὰ ἐξέλθῃ ἀπὸ τὸν χαλύβδινον κύκλον, τὸν ὁποῖον ὁ ἴδιος ἐσφυρηλάτησεν ἐπὶ ἓξ μῆνας. Ἡ Ἑλλὰς ὁδηγεῖτο εἰς τὸν σπαραγμὸν καὶ ὁ Ἑλληνισμὸς εἰς δεινοτάτας περιπετείας.<noinclude>
{{vgap|10em}}
{{κέντρο|ΤΕΛΟΣ ΤΟΥ ΠΡΩΤΟΥ ΤΟΜΟΥ}}</noinclude><noinclude></noinclude>
nk1ln8ipn1m9qfvg9b3cjdi8var0zel