Βικιθήκη
elwikisource
https://el.wikisource.org/wiki/%CE%9A%CF%8D%CF%81%CE%B9%CE%B1_%CE%A3%CE%B5%CE%BB%CE%AF%CE%B4%CE%B1
MediaWiki 1.46.0-wmf.26
first-letter
Μέσο
Ειδικό
Συζήτηση
Χρήστης
Συζήτηση χρήστη
Βικιθήκη
Συζήτηση Βικιθήκη
Αρχείο
Συζήτηση αρχείου
MediaWiki
Συζήτηση MediaWiki
Πρότυπο
Συζήτηση προτύπου
Βοήθεια
Συζήτηση βοήθειας
Κατηγορία
Συζήτηση κατηγορίας
Σελίδα
Συζήτηση σελίδας
Μεταγραφή
Συζήτηση μεταγραφής
Συγγραφέας
Συζήτηση συγγραφέα
Πύλη
Συζήτηση πύλης
TimedText
TimedText talk
Module
Module talk
Event
Event talk
Χρήστης:James500
2
46038
165939
149908
2026-04-29T14:28:11Z
James500
18160
Remove template
165939
wikitext
text/x-wiki
{{Βαβέλ|en}}
[[en:User:James500]]
o2e2t8qcuvuw1na6zwh0qwhumugi934
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/310
100
51535
165940
164144
2026-04-29T20:08:43Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165940
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow|
λέπλαγκτοι πλάναι;
τί ποτέ μ᾽, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ᾽
ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
{{fr|580}} <<< πημοναῖσιν; ἓ ἕ,
οἰστρηλάτῳ δὲ δείματι
δειλαίαν παράκοπον ὧδε τείρεις;
πυρί <με> φλέξον, ἢ χθονὶ κάλυψον, ἢ
ποντίοις δάκεσι δὸς βοράν,
μηδέ μοι φθονήσῃς
εὐγμάτων, ἄναξ.
{{fr|585}} <<< ἄδην με πολύπλανοι πλάναι
γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπα
πημονὰς ἀλύξω.
κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
<>{{asc|Προμηθευς}}
πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
{{fr|590}} <<< τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
<>{{asc|Ιω}}
πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις; >>> {{Χ-δεξ|ἀντ. α.}}
εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;
{{fr|595}} <<< τίς ἄρα μ᾽, ὦ τάλας, τὰν τάλαιναν ὧδ᾽
ἔτυμα προσθροεῖς;
θεόσυτόν τε νόσον ὠνόμασας, ἃ
μαραίνει με χρίουσα κέντροις, <ἰώ>,
φοιταλέοισιν, ἓ ἕ·
}}<noinclude><references/>
266</noinclude>
ga6xclt1ze79aqejg078t0sok8j4oj1
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/312
100
51536
165941
164145
2026-04-29T20:13:29Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165941
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza|
σκιρτημάτων δὲ νήστισιν
{{fr|600}} <<< αἰκείαις λαβρόσυτος ἦλθον, <Ἥρας>
ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ-
δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ,
οἷ᾽ ἐγὼ μογοῦσιν;
ἀλλά μοι τορῶς
{{fr|605}} <<< τέκμηρον ὅ τι μ᾽ ἐπαμμένει
παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου,
δεῖξον, εἴπερ οἶσθα·
θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.
<>{{asc|Προμηθευς}}
λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν,
{{fr|610}} <<< οὐκ ἐμπλέκων αἰνίγματ᾽, ἀλλ᾽ ἁπλῷ λόγῳ,
ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾷς Προμηθέα.
<>{{asc|Ιω}}
ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;
<>{{asc|Προμηθευς}}
{{fr|615}} <<< ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.
<>{{asc|Ιω}}
οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;
<>{{asc|Προμηθευς}}
λέγ᾽ ἥντιν᾽ αἰτῇ· πᾶν γὰρ ἂν πύθοιό μου.
<>{{asc|Ιω}}
σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασεν.
}}<noinclude><references/>
268</noinclude>
jefx4jhdyk6i2lu3xccnxz0ezfvd98c
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/314
100
51537
165942
164146
2026-04-29T20:16:35Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165942
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza|
<>{{asc|Προμηθευς}}
βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.
<>{{asc|Ιω}}
{{fr|620}} <<< ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
<>{{asc|Προμηθευς}}
τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.
<>{{asc|Ιω}}
καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
<>{{asc|Προμηθευς}}
τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
<>{{asc|Ιω}}
{{fr|625}} <<< μήτοι με κρύψῃς τοῦθ᾽ ὅπερ μέλλω παθεῖν.
<>{{asc|Προμηθευς}}
ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
<>{{asc|Ιω}}
τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
<>{{asc|Προμηθευς}}
φθόνος μὲν οὐδείς, σὰς δ᾽ ὀκνῶ θράξαι φρένας.
<>{{asc|Ιω}}
μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ.
}}<noinclude><references/>
270</noinclude>
c4qyh462o7r4q0gwbxz033gbel83k1j
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/316
100
51538
165943
164147
2026-04-29T20:24:02Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165943
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=follow|
<>{{asc|Προμηθευς}}
{{fr|630}} <<< ἐπεὶ προθυμῇ, χρὴ λέγειν· ἄκουε δή.
<>{{asc|Χορος}}
μήπω γε· μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε.
τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας·
τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα.
<>{{asc|Προμηθευς}}
{{fr|635}} <<< σὸν ἔργον, Ἰοῖ, ταῖσδ᾽ ὑπουργῆσαι χάριν,
ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
ἐνταῦθ᾽, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ
πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
<>{{asc|Ιω}}
{{fr|640}} <<< οὐκ οἶδ᾽ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,
σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
πεύσεσθε· καίτοι καὶ λέγουσ᾽ αἰσχύνομαι
θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.
: {{fr|645}} <<< αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
λείοισι μύθοις “ὦ μέγ᾽ εὔδαιμον κόρη,
τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου
τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
{{fr|650}} <<< πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
θέλει· σὺ δ᾽, ὦ παῖ, μὴ ᾽πολακτίσῃς λέχος
τὸ Ζηνός, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν
}}<noinclude><references/>
272</noinclude>
8cts0il3i9cznk2j3h7rlwsvdunqewl
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/318
100
51539
165945
164148
2026-04-29T20:42:32Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165945
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow|
λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,
ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.”
: {{fr|655}} <<< τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι
συνειχόμην δύστηνος, ἔστε δὴ πατρὶ
ἔτλην γεγωνεῖν νυκτίφοιτ᾽ ὀνείρατα.
ὁ δ᾽ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς
θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
{{fr|660}} <<< δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμους
χρησμοὺς ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους.
τέλος δ᾽ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
{{fr|665}} <<< ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾽ ἐσχάτοις ὅροις·
κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν
κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.
: τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
{{fr|670}} <<< ἐξήλασέν με κἀπέκλῃσε δωμάτων
ἄκουσαν ἄκων· ἀλλ᾽ ἐπηνάγκαζέ νιν
Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
ἦσαν, κεραστὶς δ᾽, ὡς ὁρᾶτ᾽, ὀξυστόμῳ
{{fr|675}} <<< μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματι
ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος
Λέρνης τε κρήνην· βουκόλος δὲ γηγενὴς
ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς
ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
{{fr|680}} <<< ἀπροσδόκητος δ᾽ αὐτὸν αἰφνίδιος μόρος
τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ᾽ ἐγὼ
μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
: κλύεις τὰ πραχθέντ᾽· εἰ δ᾽ ἔχεις εἰπεῖν ὅ τι
}}<noinclude><references/>
274</noinclude>
8t0n9fk6yy5by6td4hxxtaqwwikm7cp
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/320
100
51540
165946
164149
2026-04-29T21:33:52Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165946
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow|
λοιπὸν πόνων, σήμαινε· μηδέ μ᾽ οἰκτίσας
{{fr|685}} <<< ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ
αἴσχιστον εἶναί φημι συνθέτους λόγους.
<>{{asc|Χορος}}
ἔα ἔα, ἄπεχε, φεῦ·
ουπότ᾽ οὔποτ᾽ ηὔχουν <ὧδε> ξένους
μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,
{{fr|690}} <<< οὐδ᾽ ὧδε δυσθέατα καὶ δύσοιστα
πήματα, λύματα, [δείματα] ἀμ-
φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν.
ἰὼ [ἰὼ] μοῖρα μοῖρα,
{{fr|695}} <<< πέφρικ᾽ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.
<>{{asc|Προμηθευς}}
πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ·
ἐπίσχες ἔστ᾽ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.
<>{{asc|Χορος}}
λέγ᾽, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ
τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.
<>{{asc|Προμηθευς}}
{{fr|700}} <<< τὴν πρίν γε χρείαν ἠνύσασθ᾽ ἐμοῦ πάρα
κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτ᾽ ἐχρῄζετε
τὸν ἀμφ᾽ ἑαυτῆς ἆθλον ἐξηγουμένης·
τὰ λοιπὰ νῦν ἀκούσαθ᾽, οἷα χρὴ πάθη
τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.
{{fr|705}} <<< σύ τ᾽, Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους
θυμῷ βάλ᾽, ὡς ἂν τέρματ᾽ ἐκμάθῃς ὁδοῦ.
}}<noinclude><references/>
276</noinclude>
f4jiz0wt1b6gaoo4kwsr3m9724vxcq0
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/322
100
51541
165948
164151
2026-04-29T21:49:13Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165948
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow|
: πρῶτον μὲν ἐνθένδ᾽ ἡλίου πρὸς ἀντολὰς
στρέψασα σαυτὴν στεῖχ᾽ ἀνηρότους γύας·
Σκύθας δ᾽ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας
{{fr|710}} <<< πεδάρσιοι ναίουσ᾽ ἐπ᾽ εὐκύκλοις ὄχοις,
ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι·
οἷς μὴ πελάζειν, ἀλλ᾽ ἁλιστόνοις πόδας
χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.
λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες
{{fr|715}} <<< οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή.
ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις.
ἥξεις δ᾽ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,
ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,
πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν
{{fr|720}} <<< ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος
κροτάφων ἀπ᾽ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ
κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν
βῆναι κέλευθον, ἔνθ᾽ Ἀμαζόνων στρατὸν
ἥξεις στυγάνορ᾽, αἳ Θεμίσκυράν ποτε
{{fr|725}} <<< κατοικιοῦσιν ἀμφὶ Θερμώδονθ᾽, ἵνα
τραχεῖα πόντου Σαλμυδησσία γνάθος
ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν·
αὗταί σ᾽ ὁδηγήσουσι καὶ μάλ᾽ ἀσμένως.
ἰσθμὸν δ᾽ ἐπ᾽ αὐταῖς στενοπόροις λίμνης πύλαις
{{fr|730}} <<< Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ
λιποῦσαν αὐλῶν᾽ ἐκπερᾶν Μαιωτικόν·
ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας
τῆς σῆς πορείας, Βόσπορος δ᾽ ἐπώνυμος
}}<noinclude><references/>
278</noinclude>
a9chrv7142zsy59ckcy5wq0ieat9mmj
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/324
100
51542
165949
164152
2026-04-29T21:54:45Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165949
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza|
κεκλήσεται. λιποῦσα δ᾽ Εὐρώπης πέδον
{{fr|735}} <<< ἤπειρον ἥξεις Ἀσιάδ᾽. ἆρ᾽ ὑμῖν δοκεῖ
ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶς
βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς
χρῄζων μιγῆναι τάσδ᾽ ἐπέρριψεν πλάνας.
πικροῦ δ᾽ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων
{{fr|740}} <<< μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,
εἶναι δόκει σοι μηδέπω ᾽ν προοιμίοις.
<>{{asc|Ιω}}
ἰώ μοί μοι, ἒ ἔ.
<>{{asc|Προμηθευς}}
σὺ δ᾽ αὖ κέκραγας κἀναμυχθίζῃ; τί που
δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;
<>{{asc|Χορος}}
{{fr|745}} <<< ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;
<>{{asc|Προμηθευς}}
δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
<>{{asc|Ιω}}
τί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχει
ἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας,
ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων
{{fr|750}} <<< ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
}}<noinclude><references/>
280</noinclude>
qg0fubas6r9b0gw5k0c6tib3a3v18b1
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/326
100
51543
165950
164153
2026-04-29T21:58:51Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165950
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza|
<>{{asc|Προμηθευς}}
ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·
αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·
{{fr|755}} <<< νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον
μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
<>{{asc|Ιω}}
ἦ γάρ ποτ᾽ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;
<>{{asc|Προμηθευς}}
ἥδοι᾽ ἄν, οἶμαι, τήνδ᾽ ἰδοῦσα συμφοράν.
<>{{asc|Ιω}}
πῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
<>{{asc|Προμηθευς}}
{{fr|760}} <<< ὡς τοίνυν ὄντων τῶνδέ σοι γαθεῖν πάρα.
<>{{asc|Ιω}}
πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
<>{{asc|Προμηθευς}}
πρὸς αὐτὸς αὐτοῦ κενοφρόνων βουλευμάτων.
<>{{asc|Ιω}}
ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.
<>{{asc|Προμηθευς}}
γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ᾽ ἀσχαλᾷ.
}}<noinclude><references/>
282</noinclude>
1x1agdgt3dcyrxpeyte0rm3cf0j0civ
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/328
100
51544
165951
164154
2026-04-29T22:01:44Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165951
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza|
<>{{asc|Ιω}}
{{fr|765}} <<< θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.
<>{{asc|Προμηθευς}}
τί δ᾽ ὅντιν᾽; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
<>{{asc|Ιω}}
ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
<>{{asc|Προμηθευς}}
ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.
<>{{asc|Ιω}}
οὐδ᾽ ἔστιν αὐτῷ τῆσδ᾽ ἀποστροφὴ τύχης;
<>{{asc|Προμηθευς}}
{{fr|770}} <<< οὐ δῆτα, πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς.
<>{{asc|Ιω}}
τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός;
<>{{asc|Προμηθευς}}
τῶν σῶν τιν᾽ αὐτὸν ἐγγόνων εἶναι χρεών.
<>{{asc|Ιω}}
πῶς εἶπας; ἦ ᾽μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν;
<>{{asc|Προμηθευς}}
τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς.
<>{{asc|Ιω}}
{{fr|775}} <<< ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμῳδία.
}}<noinclude><references/>
284</noinclude>
ixb5t29tkr1r8rtq3elqd75kztqxk1w
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/330
100
51545
165952
164156
2026-04-29T22:23:27Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165952
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=follow|
<>{{asc|Προμηθευς}}
καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους.
<>{{asc|Ιω}}
μή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει.
<>{{asc|Προμηθευς}}
δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
<>{{asc|Ιω}}
ποίοιν; πρόδειξον, αἵρεσίν τ᾽ ἐμοὶ δίδου.
<>{{asc|Προμηθευς}}
{{fr|780}} <<< δίδωμ᾽· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι
φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ.
<>{{asc|Χορος}}
τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ᾽ ἐμοὶ χάριν
θέσθαι θέλησον, μηδ᾽ ἀτιμάσῃς λόγου·
καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
{{fr|785}} <<< ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.
<>{{asc|Προμηθευς}}
ἐπεὶ προθυμεῖσθ᾽, οὐκ ἐναντιώσομαι
τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.
σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,
ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
: {{fr|790}} <<< ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,
πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς
{{κσγ|* * * * * * *|1em}}
}}<noinclude><references/>
286</noinclude>
8xgcmq2bygqo55xh5ed0lo2qg1pi9rs
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/332
100
51546
165953
164157
2026-04-29T22:37:16Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165953
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza|
πόντου περῶσα φλοῖσβον, ἔστ᾽ ἂν ἐξίκῃ
πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι
{{fr|795}} <<< τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ᾽ ἐκτημέναι,
μονόδοντες, ἃς οὔθ᾽ ἥλιος προσδέρκεται
ἀκτῖσιν οὔθ᾽ ἡ νύκτερος μήνη ποτέ.
πέλας δ᾽ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
{{fr|800}} <<< ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.
τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·
ἄλλην δ᾽ ἄκουσον δυσχερῆ θεωρίαν·
ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν
{{fr|805}} <<< Ἀριμασπὸν ἱπποβάμον᾽, οἳ χρυσόρρυτον
οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·
τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.
{{fr|810}} <<< τούτου παρ᾽ ὄχθας ἕρφ᾽, ἕως ἂν ἐξίκῃ
καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο
ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
οὗτός σ᾽ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα
Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
{{fr|815}} <<< Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.
: τῶν δ᾽ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·
σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.
}}<noinclude><references/>
288</noinclude>
5z0ohs6limdivuolrdmsqo5aufuo4l8
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/334
100
51547
165954
164158
2026-04-29T22:51:07Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165954
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=follow|
<>{{asc|Χορος}}
εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον
{{fr|820}} <<< ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
λέγ᾽· εἰ δὲ πάντ᾽ εἴρηκας, ἡμῖν αὖ χάριν
δὸς ἣνπερ αἰτούμεσθα, μέμνησαι δέ που.
<>{{asc|Προμηθευς}}
τὸ πᾶν πορείας ἥδε τέρμ᾽ ἀκήκοεν.
ὅπως δ᾽ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,
{{fr|825}} <<< ἃ πρὶν μολεῖν δεῦρ᾽ ἐκμεμόχθηκεν φράσω,
τεκμήριον τοῦτ᾽᾽ αὐτὸ δοὺς μύθων ἐμῶν.
: ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
πρὸς αὐτὸ δ᾽ εἶμι τέρμα σῶν πλανημάτων.
: ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,
{{fr|830}} <<< τὴν αἰπύνωτόν τ᾽ ἀμφὶ Δωδώνην, ἵνα
μαντεῖα θᾶκός τ᾽ ἐστὶ Θεσπρωτοῦ Διός,
τέρας τ᾽ ἄπιστον, αἱ προσήγοροι δρύες,
ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως
προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ
{{fr|835}} <<< μέλλουσ᾽ ἔσεσθαι· τῶνδε προσσαίνει σέ τι;
ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·
χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
{{fr|840}} <<< σαφῶς ἐπίστασ᾽, Ἰόνιος κεκλήσεται,
τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
: σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός,
ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω,
{{fr|845}} <<< ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
}}<noinclude><references/>
290</noinclude>
hqxkg40248rqeaf3gcyj5fd4f2c5hp6
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/336
100
51548
165955
164159
2026-04-29T23:01:57Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165955
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow|
: ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·
ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
{{fr|850}} <<< ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται
ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·
πέμπτη δ᾽ ἀπ᾽ αὐτοῦ γέννα πεντηκοντάπαις
πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται
{{fr|855}} <<< θηλύσπορος, φεύγουσα συγγενῆ γάμον
ἀνεψιῶν· οἱ δ᾽ ἐπτοημένοι φρένας,
κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,
ἥξουσι θηρεύοντες οὐ θηρασίμους
γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·
{{fr|860}} <<< Πελασγία δὲ δέξεται θηλυκτόνῳ
Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει·
γυνὴ γὰρ ἄνδρ᾽ ἕκαστον αἰῶνος στερεῖ,
δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·
τοιάδ᾽ ἐπ᾽ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.
{{fr|865}} <<< μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ
κτεῖναι σύνευνον, ἀλλ᾽ ἀπαμβλυνθήσεται
γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,
κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος·
αὕτη κατ᾽ Ἄργος βασιλικὸν τέξει γένος.
{{fr|870}} <<< μακροῦ λόγου δεῖ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς.
σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς
τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ᾽ ἐμὲ
}}<noinclude><references/>
292</noinclude>
627c5kntzhnmgjhxr5n4laoid9mqfvz
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/338
100
51549
165956
164160
2026-04-29T23:45:15Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165956
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow|
λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς
μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·
{{fr|875}} <<< ὅπως δὲ χὤπῃ, ταῦτα δεῖ μακροῦ λόγου
εἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
<>{{asc|Ιω}}
ἐλελεῦ, ἐλελεῦ,
ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς
μανίαι θάλπουσ᾽, οἴστρου δ᾽ ἄρδις
{{fr|880}} <<< χρίει μ᾽ ἄπυρος·
κραδία δὲ φόβῳ φρένα λακτίζει.
τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην,
ἔξω δὲ δρόμου φέρομαι λύσσης
πνεύματι μάργῳ, γλώσσης ἀκρατής·
{{fr|885}} <<< θολεροὶ δὲ λόγοι παίουσ᾽ εἰκῆ
: στυγνῆς πρὸς κύμασιν ἄτης.
<>{{asc|Χορος}}
ἦ σοφὸς ἦ σοφὸς [ἦν] ὃς >>> {{Χ-δεξ|στρ. α.}}
πρῶτος ἐν γνώμᾳ τόδ᾽ ἐβάστασε καὶ γλώσ-
σᾳ διεμυθολόγησεν,
{{fr|890}} <<< ὡς τὸ κηδεῦσαι καθ᾽ ἑαυτὸν ἀριστεύει μακρῷ,
καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
μήτε τῶν γέννᾳ μεγαλυνομένων
ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
μήποτε μήποτέ μ᾽, ὦ >>> {{Χ-δεξ|ἀντ. α.}}
{{fr|895}} <<< <πότνιαι> Μοῖραι, λεχέων Διὸς εὐνά-
τειραν ἴδοισθε πέλουσαν·
μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.
ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν
}}<noinclude><references/>
294</noinclude>
betmffkf0xn5nplgy90od3r4o7ak9y6
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/340
100
51550
165957
164190
2026-04-30T00:48:00Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165957
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow|
εἰσορῶσ᾽ Ἰοῦς ἀμαλαπτομέναν
{{fr|900}} <<< δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.
ἐμοὶ δ᾽ ὅτε μὲν ὁμαλὸς ὁ γάμος, >>> {{Χ-δεξ|ἐπῳδ.}}
ἄφοβος· [οὐ δέδια·] μηδὲ κρεισσόνων θεῶν
ἔρως ἄφυκτον ὄμμα προσδράκοι με.
ἀπόλεμος ὅδε γ᾽ ὁ πόλεμος, ἄπορα πόριμος·
{{fr|905}} <<< οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν·
τὰν Διὸς γὰρ οὐχ ὁρῶ
μῆτιν ὅπα φύγοιμ᾽ ἄν.
<>{{asc|Προμηθευς}}
ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,
ἔσται ταπεινός, οἷον ἐξαρτύεται
γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
{{fr|910}} <<< θρόνων τ᾽ ἄιστον ἐκβαλεῖ· πατρὸς δ᾽ ἀρὰ
Κρόνου τότ᾽ ἤδη παντελῶς κρανθήσεται,
ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.
τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
{{fr|915}} <<< ἐγὼ τάδ᾽ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτα νυν
θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
πιστός, τινάσσων τ᾽ ἐν χεροῖν πύρπνουν βέλος.
οὐδὲν γὰρ αὐτῷ ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐ
πεσεῖν ἀτίμως πτώματ᾽ οὐκ ἀνασχετά·
{{fr|920}} <<< τοῖον παλαιστὴν νῦν παρασκευάζεται
ἐπ᾽ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας·
ὃς δὴ κεραυνοῦ κρείσσον᾽ εὑρήσει φλόγα,
βροντῆς θ᾽ ὑπερβάλλοντα καρτερὸν κτύπον·
}}<noinclude><references/>
296</noinclude>
h566820po2nj4jm2ottcg893zsswk2i
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/342
100
51551
165958
164191
2026-04-30T00:51:36Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165958
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza|
θαλασσίαν τε γῆς τινάκτειραν νόσον
{{fr|925}} <<< τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.
πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται
ὅσον τό τ᾽ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.
<>{{asc|Χορος}}
σύ θην ἃ χρῄζεις, ταῦτ᾽ ἐπιγλωσσᾷ Διός.
<>{{asc|Προμηθευς}}
ἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω.
<>{{asc|Χορος}}
{{fr|930}} <<< καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;
<>{{asc|Προμηθευς}}
καὶ τῶνδέ γ᾽ ἕξει δυσλοφωτέρους πόνους.
<>{{asc|Χορος}}
πῶς δ᾽ οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη;
<>{{asc|Προμηθευς}}
τί δ᾽ ἂν φοβοίμην ὧ θανεῖν οὐ μόρσιμον;
<>{{asc|Χορος}}
ἀλλ᾽ ἆθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽ ἀλγίω πόροι.
<>{{asc|Προμηθευς}}
{{fr|935}} <<< ὁ δ᾽ οὖν ποιείτω· πάντα προσδοκητά μοι.
}}<noinclude><references/>
298</noinclude>
536wso32rtjft538dw3vikcinkhnsyn
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/344
100
51552
165959
164192
2026-04-30T00:57:08Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165959
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=follow|
<>{{asc|Χορος}}
οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
<>{{asc|Προμηθευς}}
σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ᾽ ἀεί.
ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,
{{fr|940}} <<< ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·
πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
<>{{asc|Ερμης}}
σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
{{fr|945}} <<< τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροις
πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·
πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμους
αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους·
καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
{{fr|950}} <<< ἀλλ᾽ αὔθ᾽ ἕκαστα φράζε· μηδέ μοι διπλᾶς
ὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δ᾽ ὅτι
Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
<>{{asc|Προμηθευς}}
σεμνόστομός γε καὶ φρονήματος πλέως
ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
{{fr|955}} <<< νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
ναίειν ἀπενθῆ πέργαμ᾽· οὐκ ἐκ τῶνδ᾽ ἐγὼ
δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι
}}<noinclude><references/>
300</noinclude>
q6ctl8y9zbv2f7b1lhdbc6mgxf43xpx
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/346
100
51553
165960
164193
2026-04-30T01:01:21Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165960
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza|
αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
{{fr|960}} <<< ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς;
πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ
κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·
πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
<>{{asc|Ερμης}}
τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν
{{fr|965}} <<< ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.
<>{{asc|Προμηθευς}}
τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,
σαφῶς ἐπίστασ᾽, οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ.
<>{{asc|Ερμης}}
κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ
ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.
<>{{asc|Προμηθευς}}
{{fr|970}} <<< οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.
<>{{asc|Ερμης}}
χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.
<>{{asc|Προμηθευς}}
χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
ἐχθροὺς ἴδοιμι· καὶ σὲ δ᾽ ἐν τούτοις λέγω.
<>{{asc|Ερμης}}
ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;
}}<noinclude><references/>
302</noinclude>
5x6bv3a5ye8ih5kyr07q9z8oxtt6ivp
Σελίδα:Aeschylus (Smyth 1927) v1.djvu/348
100
51554
165961
164194
2026-04-30T01:04:24Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165961
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|end=stanza|
<>{{asc|Προμηθευς}}
{{fr|975}} <<< ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,
ὅσοι παθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως.
<>{{asc|Ερμης}}
κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν νόσον.
<>{{asc|Προμηθευς}}
νοσοῖμ᾽ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.
<>{{asc|Ερμης}}
εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.
<>{{asc|Προμηθευς}}
{{fr|980}} <<< <ὤμοι.>
<>{{asc|Ερμης}}
ὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.
<>{{asc|Προμηθευς}}
ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ ὁ γηράσκων χρόνος.
<>{{asc|Ερμης}}
καὶ μὴν σύ γ᾽ οὔπω σωφρονεῖν ἐπίστασαι.
<>{{asc|Προμηθευς}}
σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην.
<>{{asc|Ερμης}}
ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.
<>{{asc|Προμηθευς}}
{{fr|985}} <<< καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῷ χάριν.
}}<noinclude><references/>
304</noinclude>
loxrvkmok1rbo8as5nor142mjliryft
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/172
100
51986
165964
165013
2026-04-30T01:30:03Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165964
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" /></noinclude>{{c|{{x-larger|ΧΟΗΦΟΡΟΙ}}}}
{{ppoem|gutter=both|end=follow|
<>{{asc|Ορεστης}}
<Ἑρμῆ χθόνιε, πατρῷ᾽ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι ξύμμαχός τ᾽ αἰτουμένῳ·
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
{{fr|5}} <<< κλύειν, ἀκοῦσαι{{κσγ|. . . . .|1em}}
{{κσγ|. . . . . . .|1em}}
{{κσγ|. . .|0.5em}} πλόκαμον Ἰνάχῳ θρεπτήριον.
τὸν δεύτερον δὲ τόνδε πενθητήριον
{{κσγ|. . . . . . .|1em}}
οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον
οὐδ᾽ ἐξέτεινα χεῖρ᾽ ἐπ᾽ ἐκφορᾷ νεκροῦ.>
{{κσγ|. . . . . . .|1em}}
{{fr|10}} <<< τί χρῆμα λεύσσω; τίς ποθ᾽ ἥδ᾽ ὁμήγυρις
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
}}<noinclude><references/>
158</noinclude>
5qvq8r42dcuks0pomlrkffpg64czhwq
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/174
100
51987
165965
165014
2026-04-30T01:34:26Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165965
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=follow|
πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
ἢ πατρὶ τὠμῷ τάσδ᾽ ἐπεικάσας τύχω
{{fr|15}} <<< χοὰς φερούσας νερτέροις μειλίγματα;
οὐδέν ποτ᾽ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
πρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρον
πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
: {{fr|20}} <<< Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς
μάθω γυναικῶν ἥτις ἥδε προστροπή.
<>{{asc|Χορος}}
ἰαλτὸς ἐκ δόμων ἔβαν >>> {{Χ-δεξ|στρ. α.}}
χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
πρέπει παρηὶς φοινίοις ἀμυγμοῖς
{{fr|25}} <<< ὄνυχος ἄλοκι νεοτόμῳ·
δι᾽ αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δ᾽ ὑφασμάτων
λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν,
προστέρνῳ στολμῷ
{{fr|30}} <<< πέπλων ἀγελάστοις
ξυμφοραῖς πεπληγμένων.
τορὸς δὲ Φοῖβος ὀρθόθριξ >>> {{Χ-δεξ|ἀντ. α.}}
δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
}}<noinclude><references/>
160</noinclude>
ptxw1m8gbcrghezesjy78cngrxmpal0
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/276
100
52094
165962
165210
2026-04-30T01:22:41Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165962
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=follow|end=stanza|
{{fr|1045}} <<< φήμῃ πονηρᾷ μηδ᾽ ἐπιγλωσσῶ κακά,
ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν,
δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα.
<>{{asc|Ορεστης}}
ἆ, ἆ.
δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκην
φαιοχίτωνες καὶ πεπλεκτανημέναι
{{fr|1050}} <<< πυκνοῖς δράκουσιν· οὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ.
<>{{asc|Χορος}}
τίνες σε δόξαι, φίλτατ᾽ ἀνθρώπων πατρί,
στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ.
<>{{asc|Ορεστης}}
οὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί·
σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες.
<>{{asc|Χορος}}
{{fr|1055}} <<< ποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι·
ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει.
<>{{asc|Ορεστης}}
ἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή,
κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές.
<>{{asc|Χορος}}
εἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼν
{{fr|1060}} <<< ἐλεύθερόν σε τῶνδε πημάτων κτίσει.
}}<noinclude><references/>
262</noinclude>
7lme2cbhg05v8gp4221nsb7nix2iyuj
Σελίδα:Aeschylus (Smyth 1926) v2.djvu/278
100
52095
165963
165211
2026-04-30T01:26:11Z
EncycloPetey
1862
/* Έχει γίνει τυπογραφικός έλεγχος */
165963
proofread-page
text/x-wiki
<noinclude><pagequality level="3" user="EncycloPetey" />{{c|AESCHYLUS}}</noinclude>{{ppoem|start=stanza|
<>{{asc|Ορεστης}}
ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδ᾽, ἐγὼ δ᾽ ὁρῶ·
ἐλαύνομαι δὲ κοὐκέτ᾽ ἂν μείναιμ᾽ ἐγώ.
<>{{asc|Χορος}}
ἀλλ᾽ εὐτυχοίης, καί σ᾽ ἐποπτεύων πρόφρων
θεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
{{fr|1065}} <<< ὅδε τοι μελάθροις τοῖς βασιλείοις
τρίτος αὖ χειμὼν
: πνεύσας γονίας ἐτελέσθη.
παιδοβόροι μὲν πρῶτον ὑπῆρξαν
μόχθοι τάλανές [τε Θυέστου]·
{{fr|1070}} <<< δεύτερον ἀνδρὸς βασίλεια πάθη·
λουτροδάικτος δ᾽ ὤλετ᾽ Ἀχαιῶν
πολέμαρχος ἀνήρ·
νῦν δ᾽ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ,
ἢ μόρον εἴπω;
{{fr|1075}} <<< ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξει
: μετακοιμισθὲν μένος ἄτης;
}}<noinclude><references/>
264</noinclude>
1d7jcleyktlte8wnvqlgd542h2gg94n
Πρότυπο:Block right/styles.css
10
52351
165944
2026-04-29T20:42:15Z
Αντιγόνη
235
Νέα σελίδα: /* * Styles for the block right template */ .wst-block-right { float:right; max-width:100%; text-align:inherit; margin-left:0; margin-right:0; } /* When collapsing paragraphs, remove the site-default inter-para spacing */ .wst-block-right-collapse p { margin-top:0; margin-bottom:0; } /* Undo the site-default 0.5em of the preceding paragraph, so * the block right content doesn't have a gap */ .wst-block-right-collapse { margin-top: -0.5em; }
165944
sanitized-css
text/css
/*
* Styles for the block right template
*/
.wst-block-right {
float:right;
max-width:100%;
text-align:inherit;
margin-left:0;
margin-right:0;
}
/* When collapsing paragraphs, remove the site-default inter-para spacing */
.wst-block-right-collapse p {
margin-top:0;
margin-bottom:0;
}
/* Undo the site-default 0.5em of the preceding paragraph, so
* the block right content doesn't have a gap */
.wst-block-right-collapse {
margin-top: -0.5em;
}
g7z62anj996kxcew843g1h3u8x49ven
Πρότυπο:Block right/e
10
52352
165947
2026-04-29T21:38:44Z
Αντιγόνη
235
Νέα σελίδα: <includeonly>{{div end}}<!-- prevent floating with subsequent right-aligned blocks -->{{yesno|{{{clear|yes}}}|yes={{-}}}}</includeonly> <noinclude>{{Τεκμηρίωση προτύπου|Πρότυπο:Block right/τεκμηρίωση}}</noinclude>
165947
wikitext
text/x-wiki
<includeonly>{{div end}}<!--
prevent floating with subsequent right-aligned blocks
-->{{yesno|{{{clear|yes}}}|yes={{-}}}}</includeonly>
<noinclude>{{Τεκμηρίωση προτύπου|Πρότυπο:Block right/τεκμηρίωση}}</noinclude>
bzbagxz1jm7iui749dcep1ps6vdl65e